Matthew 17:14-23
14Καὶ ▼
▼ ἐλθόντων = WH Treg NA/NIV: || ἐλθόντων αὐτῶν = RP
ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ▼
▼ πάσχει = NA/NIV RP: || ἔχει = WH Treg
πάσχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 17ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ▼
▼ μεθ᾽ ὑμῶν ἔσομαι = WH Treg NA/NIV: || ἔσομαι μεθ᾽ ὑμῶν = RP
μεθ᾽ ὑμῶν ἔσομαι ⸃; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20ὁ δὲ ▼
▼ λέγει = WH Treg NA/NIV: || Ἰησοῦς εἶπεν = RP
λέγει αὐτοῖς· Διὰ τὴν ▼▼ ὀλιγοπιστίαν = WH Treg NA/NIV: || ἀπιστίαν = RP
ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ▼▼ Μετάβα ἔνθεν = WH Treg NA/NIV: || Μετάβηθι ἔντεῦθεν = RP
Μετάβα ἔνθεν ⸃ ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ▼▼ ὑμῖν = WH NA/NIV: || ὑμῖν 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. = Treg RP
ὑμῖν. 22 ▼
▼ Συστρεφομένων = WH Treg NA/NIV: || Ἀναστρεφομένων = RP
Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, Mark 9:14-32
14Καὶ ▼
▼ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον = WH Treg NA/NIV: || ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν = RP
ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ⸃ ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ▼▼ πρὸς αὐτούς = WH Treg NA/NIV: || αὐτοῖς = RP
πρὸς αὐτούς ⸃. 15καὶ ▼
▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς πᾶς ὁ ὄχλος ▼▼ ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν = WH Treg NA/NIV: || ἰδὼν αὐτὸν ἐξεθαμβήθη = RP
ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν ⸃, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16καὶ ἐπηρώτησεν ▼
▼ αὐτούς = WH Treg NA/NIV: || τοῦς γραμματεῖς = RP
αὐτούς· Τί συζητεῖτε πρὸς ▼▼ αὑτούς = Holmes: || αὐτούς = WH Treg NA/NIV RP
αὑτούς; 17καὶ ▼
▼ ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου = WH Treg NA/NIV: || ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν = RP
ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου ⸃· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18καὶ ὅπου ▼
▼ ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ▼▼ ὀδόντας = WH Treg NA/NIV: || ὀδόντας αὐτοῦ = RP
ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19ὁ δὲ ἀποκριθεὶς ▼
▼ αὐτοῖς = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ▼
▼ τὸ πνεῦμα εὐθὺς = WH Treg NA/NIV: || εὐθέως τὸ πνεῦμα = RP
τὸ πνεῦμα εὐθὺς ⸃ ▼▼ συνεσπάραξεν = WH NA/NIV: || ἐσπάραξεν = Treg RP
συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ▼
▼ Ἐκ = WH Treg NA/NIV: || [omit] = RP
Ἐκ παιδιόθεν· 22καὶ πολλάκις ▼
▼ καὶ εἰς πῦρ αὐτὸν = WH NA/NIV: || αὐτὸν καὶ εἰς πῦρ = Treg; || αὐτὸν καὶ εἰς τὸ πῦρ = RP
καὶ εἰς πῦρ αὐτὸν ⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι ▼▼ δύνῃ = WH Treg NA/NIV: || δύνασαι = RP
δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς. 23ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ▼
▼ δύνῃ = WH Treg NA/NIV: || δύνασαι πιστεῦσαι = RP
δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 ▼
▼ εὐθὺς = WH NA/NIV: || καὶ εὐθὺς = Treg; || καὶ εὐθέως = RP
εὐθὺς κράξας ὁ πατὴρ τοῦ ▼▼ παιδίου = WH Treg NA/NIV: || παιδίου μετὰ δακρύων = RP
παιδίου ἔλεγεν· ▼▼ Πιστεύω = WH Treg NA/NIV: || Πιστεύω κύριε = RP
Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ▼
▼ ἄλαλον καὶ κωφὸν πνεῦμα = WH Treg NA/NIV: || πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν = RP
ἄλαλον καὶ κωφὸν πνεῦμα ⸃, ἐγὼ ▼▼ ἐπιτάσσω σοι = WH Treg NA/NIV: || σοι ἐπιτάσσω = RP
ἐπιτάσσω σοι ⸃, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26καὶ ▼
▼ κράξας καὶ πολλὰ σπαράξας = WH Treg NA/NIV: || κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν = RP
κράξας καὶ πολλὰ σπαράξας ⸃ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ▼▼ τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27ὁ δὲ Ἰησοῦς κρατήσας ▼
▼ τῆς χειρὸς αὐτοῦ = WH Treg NA/NIV: || αὐτὸν τῆς χειρός = RP
τῆς χειρὸς αὐτοῦ ⸃ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28καὶ ▼
▼ εἰσελθόντος αὐτοῦ = WH Treg NA/NIV: || εἰσελθόντα αὐτὸν = RP
εἰσελθόντος αὐτοῦ ⸃ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ▼▼ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν = WH Treg NA/NIV: || ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν = RP
κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν ⸃· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ▼
▼ προσευχῇ = WH NA/NIV: || προσευχῇ καὶ νηστείᾳ = Treg RP
προσευχῇ. 30Κἀκεῖθεν ἐξελθόντες ▼
▼ παρεπορεύοντο = NA/NIV RP: || ἐπορεύοντο = WH Treg
παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ▼
▼ μετὰ τρεῖς ἡμέρας = WH Treg NA/NIV: || τῇ τρίτῃ ἡμέρᾳ = RP
μετὰ τρεῖς ἡμέρας ⸃ ἀναστήσεται. Luke 9:37-45
37Ἐγένετο ▼
▼ δὲ = WH NA/NIV: || δὲ ἐν = Treg RP
δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ▼
▼ ἐβόησεν = WH Treg NA/NIV: || ἀνεβόησεν = RP
ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ▼▼ μοί ἐστιν = WH Treg NA/NIV: || ἐστίν μοι = RP
μοί ἐστιν ⸃, 39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ▼
▼ μόγις = Treg NA/NIV RP: || μόλις = WH
μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν· 41ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ▼
▼ ὧδε τὸν υἱόν σου = WH Treg NA/NIV: || τὸν υἱόν σου ὧδε = RP
ὧδε τὸν υἱόν σου ⸃. 42ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ▼
▼ ἐποίει = WH Treg NA/NIV: || ἐποίησεν ὁ Ἰησοῦς = RP
ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· 44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Copyright information for
SBLG