Matthew 4:24-25

24 καὶ ἀπῆλθεν ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις
 συνεχομένους = WH Treg: || συνεχομένους καὶ = NA/NIV RP
συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Mark 3:7-19

Καὶ Ἰησοῦς
 μετὰ … αὐτοῦ ἀνεχώρησεν = WH Treg NA/NIV: || ἀνεχώρησεν μετὰ … αὐτοῦ = RP
μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν ⸃ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας
 ἠκολούθησεν = WH Treg NA/NIV: || ἠκολούθησαν αὐτῷ = RP
ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας
καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας
 καὶ = WH Treg RP NA: || καὶ οἱ = NIV
καὶ πέραν τοῦ Ἰορδάνου
 καὶ = WH Treg NA/NIV: || καὶ οἱ = RP
καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ,
 ἀκούοντες = WH Treg NA/NIV: || ἀκούσαντες = RP
ἀκούοντες ὅσα
 ἐποίει = NA/NIV RP: || ποιεῖ = WH Treg
ἐποίει ἦλθον πρὸς αὐτόν.
καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν
 ἐθεώρουν προσέπιπτον = WH Treg NA/NIV: || ἐθεώρει προσέπιπτεν = RP
ἐθεώρουν, προσέπιπτον ⸃ αὐτῷ καὶ
 ἔκραζον = WH Treg NA/NIV: || ἔκραζεν = RP
ἔκραζον
 λέγοντα = WH Treg RP: || λέγοντες = NA/NIV
λέγοντα ὅτι Σὺ εἶ υἱὸς τοῦ θεοῦ.
12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ
 αὐτὸν φανερὸν = WH Treg NA/NIV: || φανερὸν αὐτὸν = RP
αὐτὸν φανερὸν ⸃
 ποιήσωσιν = WH NA/NIV RP: || ποιῶσιν = Treg
ποιήσωσιν.

13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν
 δώδεκα = Treg RP: || δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν = WH NA/NIV
δώδεκα, ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 καὶ ἔχειν
 ἐξουσίαν = WH Treg NA/NIV: || θεραπεύειν τὰς νόσους καὶ = RP
ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
16 καὶ
 ἐποίησεν τοὺς δώδεκα καὶ = WH NA/NIV: || [omit] = Treg RP
ἐποίησεν τοὺς δώδεκα, καὶ ⸃ ἐπέθηκεν
 ὄνομα τῷ Σίμωνι = WH Treg NA/NIV: || τῷ Σίμωνι ὄνομα = RP
ὄνομα τῷ Σίμωνι ⸃ Πέτρον,
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς
 ὀνόματα = Treg NA/NIV RP: || ὄνομα = WH
ὀνόματα Βοανηργές, ἐστιν Υἱοὶ Βροντῆς),
18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν
 Καναναῖον = WH Treg NA/NIV: || Κανανίτην = RP
Καναναῖον
19 καὶ Ἰούδαν
 Ἰσκαριώθ = WH Treg NA/NIV: || Ἰσκαριώτην = RP
Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.

Luke 6:12-19

12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις
 ἐξελθεῖν αὐτὸν = WH Treg NA/NIV: || ἐξηλθεν = RP
ἐξελθεῖν αὐτὸν ⸃ εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.
13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ Ἰάκωβον καὶ Ἰωάννην
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ Φίλιππον καὶ Βαρθολομαῖον
15 
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ Μαθθαῖον καὶ Θωμᾶν
 καὶ = WH NA/NIV: || [omit] = Treg RP
καὶ
 Ἰάκωβον = WH Treg NA/NIV: || Ἰάκωβον τὸν τοῦ = RP
Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν
16 
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν
 Ἰσκαριὼθ = WH Treg NA/NIV: || Ἰσκαριώτην = RP
Ἰσκαριὼθ
 ὃς = WH NA/NIV: || ὃς καὶ = Treg RP
ὃς ἐγένετο προδότης.

17 Καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος
 πολὺς = WH NA/NIV: || [omit] = Treg RP
πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ
 ἐνοχλούμενοι ἀπὸ = WH Treg NA/NIV: || ὀχλούμενοι ὑπὸ = RP
ἐνοχλούμενοι ἀπὸ ⸃ πνευμάτων
 ἀκαθάρτων = WH Treg NA/NIV: || ἀκαθάρτων καὶ = RP
ἀκαθάρτων ἐθεραπεύοντο·
19 καὶ πᾶς ὄχλος
 ἐζήτουν = WH Treg NA/NIV: || ἐζήτει = RP
ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Copyright information for SBLG