1 Samuel 14:9-10

9ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ' ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ' αὐτούς· 10καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.
Copyright information for LXX