Mark 1:2-8
2 ▼▼ Καθὼς = WH Treg NA/NIV: || Ὡς = RP
Καθὼς γέγραπται ἐν ▼▼ τῷ Ἠσαΐᾳ τῷ προφήτῃ = WH Treg NA/NIV: || τοῖς προφήταις = RP
τῷ Ἠσαΐᾳ τῷ προφήτῃ ⸃· ▼▼ Ἰδοὺ = WH Treg NA/NIV: || Ἰδοὺ ἐγὼ = RP
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν ▼▼ σου = WH Treg NA/NIV: || σου ἔμπροσθέν σου = RP
σου· 3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4ἐγένετο Ἰωάννης ▼▼ ὁ = WH Treg NA/NIV: || [omit] = RP
ὁ βαπτίζων ἐν τῇ ▼▼ ἐρήμῳ = WH: || ἐρήμῳ καὶ = Treg NA/NIV RP
ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται ▼▼ πάντες καὶ ἐβαπτίζοντο = WH Treg NA/NIV: || καὶ ἐβαπτίζοντο πάντες = RP
πάντες, καὶ ἐβαπτίζοντο ⸃ ▼▼ ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ = WH Treg NA/NIV: || ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ = RP
ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ⸃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 ▼▼ καὶ ἦν = WH Treg NA/NIV: || Ἦν δὲ = RP
καὶ ἦν ⸃ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. 7καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· 8 ▼▼ ἐγὼ = WH Treg NA/NIV: || ἐγὼ μὲν = RP
ἐγὼ ἐβάπτισα ▼▼ ὑμᾶς = WH NA/NIV: || ὑμᾶς ἐν = Treg RP
ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ▼▼ ἐν = Treg NA/NIV RP: || [omit] = WH
ἐν πνεύματι ἁγίῳ.
Copyright information for
SBLG