Matthew 3:9
9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.John 8:33-41
33ἀπεκρίθησαν ▼▼ πρὸς αὐτόν = WH Treg NA/NIV: || αὐτῷ = RP
πρὸς αὐτόν ⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ▼
▼ ὁ = WH Treg RP NA: || ὁ δὲ = NIV
ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ▼▼ ἃ ἐγὼ = WH Treg NA/NIV: || Ἐγὼ ὃ = RP
ἃ ἐγὼ ⸃ ἑώρακα παρὰ τῷ ▼▼ πατρὶ = WH Treg NA/NIV: || πατρὶ μου = RP
πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ▼▼ ἃ ἠκούσατε = WH Treg NA/NIV: || ὃ ἑωράκατε = RP
ἃ ἠκούσατε ⸃ παρὰ ▼▼ τοῦ πατρὸς = WH Treg NA: || τοῦ πατρὸς ὑμῶν = NIV; || τῷ πατρὶ ὑμῶν = RP
τοῦ πατρὸς ⸃ ποιεῖτε. 39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ▼
▼ ἐστε = WH Treg NA: || ἦτε = NIV RP
ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ▼▼ ἐποιεῖτε = Treg NA/NIV RP: || ποιεῖτε = WH
ἐποιεῖτε· 40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ▼▼ εἶπαν = WH Treg NIV: || εἶπαν οὖν = RP NA
εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας ▼▼ οὐ γεγεννήμεθα = NA/NIV RP: || οὐκ ἐγεννήθημεν = WH Treg
οὐ γεγεννήμεθα ⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν. Romans 9:7-9
7οὐδ᾽ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλ᾽· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. 8τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· 9ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
Copyright information for
SBLG