1 Corinthians 2

1Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ ° Θεοῦ. 2Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ ° Ἰησοῦν ° Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. 3Κἀγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν φόβῳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. 4Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει ° Πνεύματος καὶ δυνάμεως, 5ἵνα ἡ πίστις ὑμῶν, μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει ° Θεοῦ.

6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων, 7ἀλλὰ λαλοῦμεν ° Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ ° Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν· 8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν ° Κύριον τῆς δόξης ἐσταύρωσαν· 9ἀλλὰ καθὼς γέγραπται, “Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ ° Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.” 10Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ ° Θεὸς διὰ τοῦ ° Πνεύματος, τὸ γὰρ ° Πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ ° Θεοῦ. 11Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ ° Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ ° Πνεῦμα τοῦ ° Θεοῦ. 12Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ° Πνεῦμα τὸ ἐκ τοῦ ° Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ ° Θεοῦ χαρισθέντα ἡμῖν. 13Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ° Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.

14Ψυχικὸς δὲ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ ° Πνεύματος τοῦ ° Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται. 16“Τίς” γὰρ “ἔγνω νοῦν ° Κυρίου, ὃς συμβιβάσει αὐτόν;” Ἡμεῖς δὲ νοῦν ° Χριστοῦ ἔχομεν.
Copyright information for SRGNT