1 Chronicles 11

CHAPTER 11

David Anointed King

1και συνηθροίσθησαν πας ανήρ Ισραήλ προς Δαυίδ εν Χεβρών λέγοντες ιδού οστούν σου και σαρξ σου ημείς 2και γε εχθές και γε τρίτης όντος Σαούλ βασιλέως συ ήσθα ο εισάγων και εξάγων τον Ισραήλ και είπεν κύριος ο θεός σου σοι συ ποιμανείς τον λαόν μου τον Ισραήλ και συ έση εις ηγούμενον επί τον λαόν μου Ισραήλ 3και ήλθον πάντες οι πρεσβύτεροι Ισραήλ προς τον βασιλέα εις Χεβρών και διέθετο αυτοίς ο βασιλεύς Δαυίδ διαθήκην εν Χεβρών έναντι κυρίου και έχρισαν τον Δαυίδ εις βασιλέα επί Ισραήλ κατά τον λόγον κυρίου διά χειρός Σαμουήλ 4και επορεύθη ο βασιλεύς Δαυίδ και πας Ισραήλ εις Ιερουσαλήμ αύτη Ιεβούς και εκεί οι Ιεβουσαίοι οι κατοικούντες την γην 5και είπον οι κατοικούντες Ιεβούς τω Δαυίδ ουκ εισελεύση ώδε και προκατελάβετο Δαυίδ την περιοχήν Σιών αύτη η πόλις Δαυίδ 6και είπε Δαυίδ πας τύπτων Ιεβουσαίον εν πρώτοις έσται εις άρχοντα και εις στρατηγόν και ανέβη επ΄ αυτήν Ιωάβ υιός Σαρουϊα εν πρώτοις και εγένετο εις άρχοντα 7και εκάθισε Δαυίδ εν τη περιοχή διά τούτο εκάλεσεν αυτήν πόλιν Δαυίδ 8και ωκοδόμησε την πόλιν κυκλόθεν από της άκρας και έως του κύκλου και Ιωάβ περιεποιήσατο το λοιπόν της πόλεως 9και επορεύετο Δαυίδ πορευόμενος και μεγαλυνόμενος και κύριος παντοκράτωρ μετ΄ αυτού 10και ούτοι οι άρχοντες των δυνατών οι ήσαν τω Δαυίδ οι κατισχύοντες μετ΄ αυτού εν τη βασιλεία αυτού μετά παντός Ισραήλ του βασιλεύσαι αυτόν κατά τον λόγον κυρίου επί Ισραήλ

David's Mighty Men

11και ούτος ο αριθμός των δυνατών Δαυίδ Ιεσβαάν υιός Ακεμονί πρώτος των τριάκοντα ούτος εσπάσατο την ρομφαίαν αυτού επί τριακοσίους τραυματίας εν καιρώ ενί 12και μετ΄ αυτόν Ελεάζαρ υιός Δωδαϊ ο Αχωχί ούτος ην εν τοις τρισί δυνατοίς 13ούτος ην μετά Δαυίδ εν Φασδαμίμ και οι αλλόφυλοι συνήχθησαν εκεί εις πόλεμον και ην μερίς του αγρού πλήρης κριθών και ο λαός έφυγεν από προσώπου των αλλοφύλων 14και έστη εν μέσω της μερίδος και έσωσεν αυτήν και επάταξε τους αλλοφύλους και εποίησε κύριος σωτηρίαν μεγάλην 15και κατέβησαν τρεις εκ των τριάκοντα αρχόντων εις την πέτραν προς Δαυίδ εις το σπήλαιον Οδολαάμ και η παρεμβολή των αλλοφύλων παρεμβεβλήκει εν τη κοιλάδι των γιγάντων 16και Δαυίδ τότε εν τη περιοχή και το σύστημα των αλλοφύλων τότε εν Βηθλεέμ 17και επεθύμησε Δαυίδ και είπε τις ποτιεί με ύδωρ εκ του λάκκου Βηθλεέμ του εν τη πύλη 18και διέρρηξαν οι τρεις την παρεμβολήν των αλλοφύλων και υδρεύσαντο ύδωρ εκ του λάκκου του Βηθλεέμ ος ην εν τη πύλη και έλαβον και ήλθον προς Δαυίδ και ουκ ηθέλησε Δαυίδ του πιείν αυτό και έσπεισεν αυτό τω κυρίω 19και είπεν ίλεώς μοι ο θεός του ποιήσαι το ρήμα τούτο ει αίμα των ανδρών τούτων πίομαι εν ψυχαίς αυτών ότι εν ταις ψυχαίς αυτών ήνεγκαν αυτό και ουκ εβούλετο πιείν αυτό ταύτα εποίησαν οι τρεις δυνατοί 20και Αβεσσαϊ ο αδελφός Ιωάβ ούτος ην άρχων των τριών ούτος εσπάσατο την ρομφαίαν αυτού επί τριακοσίους τραυματίας εν καιρώ ενί ούτος ην ονομαστός εν τοις τρισίν 21από των τριών υπέρ τους δύο ένδοξος και εγένετο αυτοίς εις άρχοντα και έως των τριών ουκ ήρχετο 22και Βανέας υιός Ιωδαέ υιός ανδρός δυνατού πολλά έργα αυτού από Καβσαήλ αυτός επάταξε τους δύο αριήλ Μωάβ και ούτος κατέβη και επάταξε τον λέοντα εν τω λάκκω εν ημέρα χιόνος 23και ούτος επάταξε τον άνδρα τον Αιγύπτιον άνδρα ευμήκη πενταπήχη και εν τη χειρί του Αιγυπτίου δόρυ ως αντίον υφαινόντων και κατέβη επ΄ αυτόν Βανέας εν ράβδω και αφείλετο το δόρυ εκ της χειρός του Αιγυπτίου και απέκτεινεν αυτόν εν τω δόρατι αυτού 24ταύτα εποίησε Βανέας υιός Ιωδαέ και τούτω όνομα εν τοις τρισί δυνατοίς 25υπέρ τους τριάκοντα ην ένδοξος ούτος και προς τους τρεις ουκ ήρχετο και κατέστησεν αυτόν Δαυίδ επί την πατριάν αυτού 26και δυνατοί των δυνάμεων Ασαήλ αδελφός Ιωάβ Ελεανά υιός Δωδί από Βηθλεέμ 27Σαμμώθ ο Αρωρεί Χελλής ο Φελλωνεί 28Ειράς υιός Εκκίς ο Θεκωϊτης Αβιέζερ ο Αναθωθίτης 29Σοβοχαϊ ο Ουσαθί Ηλά ο Αχαχί 30Μαρί ο Νετωφαθί Αλάδ υιός Βανά ο Νετωφαθί 31Ιθαϊ υιός Ρεβαϊ από Γαβαάθ υιών Βενιαμίν Βαναϊα ο Φαραθωνί 32Ουρί απο Ναχαλί Γαάς Αβιήλ ο Αραβαθί 33Ασμώθ ο Βαχαρουμί Ελιβά ο Σαλαβωνί 34υιοί Ασόμ του Γουνί Ιωνάθαν υιός Σαγαί ο Αρωρί 35Αχιάμ υιός Ζαχάρ ο Αραρί Ελιφάλ υιός Ουρ 36Αφάρ ο Μεχωραθί Αχία ο Φελλωνί 37Εσρί ο Χερμελί Ναραϊ ο υιός Ασβαϊ 38Ιωήλ αδελφός Νάθαν Μααβάρ υιός Αγηρί 39Σελλήκ ο Αμμανί Νοαραϊ ο Βηρωθί αίρων σκεύη Ιωάβ υιόυ Σαρουϊα 40Ιρά ο Ιεθρί Γαρέβ ο Ιεθρί 41Ουρίας ο Χετθί Σαβάδ υιός Αλαϊ 42Αδεινά υιός Σιζά του Ρουβηνί άρχων τω Ρουβήν και επ΄ αυτώ τριάκοντα 43Ανάν υιός Μααχά και Ιωσαφάτ ο Ματθανί 44Οζίας ο Εσθαρωθί Σάμμα και Ιεϊηλ υιοί Χωθάμ του Αραρί 45Ιεδιήλ υιός Σαμαρί και Ιωχά ο αδελφός αυτού ο Θωσί 46Ελιήλ ο Μαωουίμ και Ιαριβαϊ και Ιωσωϊα οι υιοί Ελναάμ και Ιεθάμ ο Μωαβίτης 47Ελιήλ και Ωβήδ και Εεσσιήλ ο Μασαβία
Copyright information for ABPGRK