1 Chronicles 15

CHAPTER 15

The Levites Bear the Ark

1και εποίησεν εαυτώ οίκους εν πόλει Δαυίδ και ητοίμασε τόπον τη κιβωτώ του θεού και έπηξεν αυτή σκηνήν 2τότε είπε Δαυίδ ουκ έστιν αίρειν την κιβωτόν του θεού αλλ΄ η τους Λευίτας ότι αυτούς εξελέξατο ο κύριος αίρειν την κιβωτόν κυρίου και λειτουργείν αυτώ έως αιώνος 3και συνήγαγε Δαυίδ τον πάντα Ισραήλ εις Ιερουσαλήμ του ανενεγκείν την κιβωτόν κυρίου εις τον τόπον ον ητοίμασεν αυτή 4και συνήγαγε Δαυίδ τους υιούς Ααρών και τους Λευίτας 5των υιών Καάθ Ουριήλ ο άρχων και οι αδελφοί αυτού εκατόν και είκοσι 6των υιών Μεραρί Ασαϊα ο άρχων και οι αδελφοί αυτού διακόσιοι είκοσι 7των υιών Γερσώμ Ιωήλ ο άρχων και οι αδελφοί αυτού εκατόν τριάκοντα 8των υιών Ελισαφάν Σεμεϊ ο άρχων και οι αδελφοί αυτού διακόσιοι 9των υιών Χεβρών Ελιήλ ο άρχων και οι αδελφοί αυτού ογδοήκοντα 10των υιών Οζιήλ Αμιναδάβ ο άρχων και οι αδελφοί αυτού εκατόν και δεκαδύο 11και εκάλεσε Δαυίδ τον Σαδώκ και τον Αβιάθαρ τους ιερείς και τους Λευίτας τον Ουριήλ Ασαϊα και Ιωήλ και Σαμέα και Ελιήλ και Αμμιναδάβ 12και είπεν αυτοίς υμείς οι άρχοντες των πατριών των Λευιτών αγνίσθητε υμείς και οι αδελφοί υμών και ανοίσετε την κιβωτόν του κυρίου του θεού Ισραήλ ου ητοίμασα αυτή 13ότι ουκ εν τω πρότερον υμάς είναι ετοίμους διέκοψεν κύριος ο θεός ημών εν ημίν ότι ουκ εζητήσαμεν αυτόν εν κρίματι 14και ηγνίσθησαν οι ιερείς και οι Λευίται του ενεγκείν την κιβωτόν κυρίου θεού Ισραήλ 15και ήραν οι υιοί των Λευιτών την κιβωτόν του θεού ως ενετείλατο Μωυσής εν λόγω κυρίου κατά την γραφήν εν αναφορεύσιν εν ώμοις αυτών 16και είπε Δαυίδ τοις άρχουσι των Λευιτών στήσετε τους αδελφούς αυτών τους ψαλτωδούς εν οργάνοις ωδών εν ναβλαίς κινύραις και κυμβάλοις του φωνήσαι εις ύψος εν φωνή ευφροσύνην 17και έστησαν οι Λευίται Αιμάν υιός Ιωήλ και εκ των αδελφών αυτού Ασάφ υιός Βαραχία και εκ των υιών Μεραρί αδελφών αυτού Αιθάν υιός Κισαίου 18και μετ΄ αυτών οι αδελφοί αυτών οι δεύτεροι Ζαχαρίας υιός Ιεϊήλ και Σεμιραμώθ και Ιαϊήλ και Ανί και Ελιάβ και Βαναία και Μαασία και Ματταθίας και Ελιφάλ και Μακκανία και Ωβήδ Εδώμ και Ιεήλ οι πυλωροί 19και οι ωδοί Αιμάν Ασάφ και Αιθάν εν κυμβάλοις χαλκοίς του ακουτίσαι 20και Ζαχαρίας και Οζιήλ και Σεμιραμώθ και Ιεϊήλ και Ανί και Ελιάβ και Μαασίας και Βαναίας εν νάβλαις επί αλαιμώθ 21και Ματταθίας και Ελιφαλού και Μακκανίας και Ωβήδ Εδώμ και Ιεϊήλ και Οζίας εν κινύραις αμασενίθ του ενισχύσαι 22και Χονενίας άρχων των Λευιτών άρχων των ωδών ότι συνετός ην 23και Βαραχίας και Ελκανά πυλωροί της κιβωτού 24και Σαβανέα και Ιωσαφάτ και Ναθαναήλ και Αμασαϊ και Ζαχαρίας και Βαναίας και Ελιέζερ οι ιερείς σαλπίζοντες εν ταις σάλπιγξιν έμπροσθεν της κιβωτού του θεού και Ωβήδ Εδώμ και Ιεχία πυλωροί της κιβωτού 25και ην Δαυίδ κα οι πρεσβύτεροι Ισραήλ και οι χιλίαρχοι οι πορευόμενοι του ανενεγκείν την κιβωτόν της διαθήκης κυρίου εξ οίκου Ωβήδ Εδώμ εν ευφροσύνη 26και εγένετο εν τω κατισχύσαι τον θεόν τους Λευίτας αίροντας την κιβωτόν της διαθήκης κυρίου και έθυσαν επτά μόσχους και επτά κριούς 27και Δαυίδ περιεζωσμένος εν στολή βυσσίνη και πάντες οι Λευίται αίροντες την κιβωτόν διαθήκης κυρίου και οι ψαλτωδοί και Χωνενίας ο άρχων των ωδών των αδόντων και επί Δαυίδ εφούδ βύσσινον 28και πας Ισραήλ ανάγοντες την κιβωτόν διαθήκης κυρίου εν σημασία και εν φωνή σωφάρ και εν σάλπιγξι και εν κυμβάλοις αναφωνούντες εν νάβλαις και εν κινύραις 29και εγένετο και ήλθεν η κιβωτός διαθήκης κυρίου έως πόλεως Δαυίδ και Μελχόλ η θυγάτηρ Σαούλ παρέκυψε διά της θυρίδος και είδε τον βασιλέα Δαυίδ ορχούμενον και παίζοντα και εξουδένωσεν αυτόν εν τη ψυχή αυτής
Copyright information for ABPGRK