1 Chronicles 17

CHAPTER 17

David Prohibited from Building God's House

1και εγένετο ως κατώκησε Δαυίδ εν τω οίκω αυτού και είπε Δαυίδ προς Νάθαν τον προφήτην ιδού εγώ κατοικώ εν οίκω κεδρίνω και η κιβωτός διαθήκης κυρίου υποκάτω δέρρεων 2και είπε Νάθαν προς Δαυίδ παν το εν τη ψυχή σου ποίει ότι ο θεός μετά σου 3και εγένετο εν τη νυκτί εκείνη και εγένετο λόγος θεού προς τον Νάθαν 4πορεύου και είπον προς Δαυίδ τον δούλόν μου ούτως είπε κύριος ου συ οικοδομήσεις μοι οίκον του κατοικήσαί με εν αυτώ 5ότι ου κατώκησα εν οίκω από της ημέρας ης ανήγαγον τον Ισραήλ έως της ημέρας ταύτης και ήμην εν σκηνή εις σκέπην και εν καλύμματι 6εν πάσιν οις διήλθον εν παντί Ισραήλ ει λαλών ελάλησα προς μίαν φυλήν Ισραήλ οις ενετειλάμην του ποιμαίνειν τον λαόν μου λέγων διατί ουκ ωκοδομήσατέ μοι οίκον κέδρινον 7και νυν ούτως ερείς τω δούλω μου Δαυίδ τάδε λέγει κύριος των δυνάμεων εγώ έλαβόν σε εκ της μάνδρας εξόπισθεν των ποιμνίων του είναι εις ηγούμενον επί τον λαόν μου Ισραήλ 8και ήμην μετά σου εν πάσιν οις επορεύθης και εξωλόθρευσα πάντας τους εχθρούς σου από προσώπου σου και εποίησά σοι όνομα κατά το όνομα των μεγάλων των επί της γης 9και θήσομαι τόπον τω λαώ μου Ισραήλ και καταφυτεύσω αυτόν και κατασκηνώσει καθ΄ εαυτόν και ου ταραχθήσεται έτι και ου προσθήσει υιός αδικίας του ταπεινώσαι αυτόν καθώς απ΄ αρχής 10και αφ΄ ημερών ων έταξα κριτάς επί τον λαόν μου Ισραήλ και εταπείνωσα πάντας τους εχθρούς σου και αυξήσω σε και οικοδομήσω σοι οίκον είπε κύριος 11και έσται όταν πληρωθώσιν οι ημέραι σου του πορευθήναι μετά των πατέρων σου και αναστήσω το σπέρμα σου μετά σε ος έσται εκ της κοιλίας σου και ετοιμάσω την βασιλείαν αυτού 12αυτός οικοδομήσει μοι οίκον και ανορθώσω τον θρόνον αυτού έως αιώνος 13εγώ έσομαι αυτώ εις πατέρα και αυτός έσται μοι εις υιόν και το έλεός μου ουκ αποστήσω απ΄ αυτού ως απέστησα από των έμπροσθέν σου 14και στήσω αυτόν εν τω οίκω μου και εν τη βασιλεία αυτού έως αιώνος και ο θρόνος αυτού έσται ανωρθωμένος έως αιώνος 15κατά πάντας τους λόγους τούτους και κατά πάσαν την όρασιν ταύτην ούτως ελάλησε Νάθαν προς Δαυίδ 16και ήλθεν ο βασιλεύς Δαυίδ και εκάθισεν ενώπιον κυρίου και είπε τις ειμί εγώ κύριε ο θεός και τις ο οίκός μου ότι ηγάπησάς με έως αιώνος 17και εσμικρύνθη ταύτα ενώπιόν σου ο θεός και ελάλησας επί τον οίκον του παιδός σου απο μακρών και επείδες με ως όρασις ανθρώπου και ύψωσάς με κύριε ο θεός 18τι προσθήσει έτι Δαυίδ προς σε του δοξάσαι σε τον δούλόν σου και συ τον δούλόν σου οίδας 19κύριε διά τον δούλόν σου και κατά την καρδίαν σου εποίησας την πάσαν μεγαλωσύνην ταύτην του γνωρίσαι πάντα τα μεγάλα 20κύριε ουκ έστιν όμοιός σοι και ουκ έστι θεός πλην σου κατά πάντα όσα ηκούσαμεν εν τοις ωσίν ημών 21και ουκ έστιν ως ο λαός σου Ισραήλ έθνος έτι επί της γης ως ωδηγησεν αυτόν ο θεός του λυτρώσασθαι λαόν εαυτώ του θέσθαι εαυτώ όνομα μέγα και επιφανές του εκβαλείν από προσώπου του λαού σου ου ελυτρώσω εξ Αιγύπτου έθνη 22και έδωκας τον λαόν σου Ισραήλ σεαυτώ λαόν έως αιώνος και συ κύριε εγένου αυτοίς εις θεόν 23και νυν κύριε ο λόγος σου ον ελάλησας προς τον παίδά σου και επί τον οίκον αυτού πιστωθήτω έως αιώνος και ποίησον καθώς ελάλησας 24και πιστωθήτω και μεγαλυνθήτω το όνομά σου έως αιώνος λεγόντων κύριος παντοκράτωρ ο θεός Ισραήλ θεός τω Ισραήλ και ο οίκος Δαυίδ του παιδός σου ανωρθωμένος ενώπιόν σου 25ότι συ κύριε ο θεός μου απεκάλυψας το ους του δούλου σου του οικοδομήσαι αυτώ οίκον διά τούτο εύρεν ο δούλός σου του προσεύξασθαι κατά πρόσωπόν σου 26και νυν κύριε συ ει αυτός ο θεός και ελάλησας επί τον δούλόν σου τα αγαθά ταύτα 27και νυν ήρξω του ευλογήσαι τον οίκον του δούλου σου του είναι εις τον αιώνα εναντίον σου ότι συ κύριε ευλόγησας και ευλόγηται εις τον αιώνα
Copyright information for ABPGRK