1 Chronicles 18

CHAPTER 18

David Strikes the Nations

1και εγένετο μετά ταύτα και επάταξε Δαυίδ τους αλλοφύλους και ετροπώσατο αυτούς και έλαβε την Γεθ και τας κώμας αυτής εκ χειρός αλλοφύλων 2και επάταξε τον Μωάβ και εγενήθη Μωάβ δούλος τω Δαυίδ φέροντες δώρα 3και επάταξε Δαυίδ τον Αδαδεζέρ βασιλέα Σουβά εν Αιμάθ εν τω πορύοεσθαι αυτόν του στήσαι χείρα αυτού επί ποταμώ Ευφράτη 4και προκατελάβετο Δαυίδ απ΄ αυτού χίλια άρματα και επτά χιλιάδας ίππων και είκοσι χιλιάδας ανδρών πεζών και παρέλυσε Δαυίδ πάντα τα άρματα και υπελίπετο εξ αυτών εκατόν άρματα 5και ήλθε Σύρος εκ Δαμασκού βοηθήσαι Αδαδεζέρ βασιλεί Σουβά και επάταξε Δαυίδ εν τω Σύρω είκοσι και δύο χιλιάδας ανδρών 6και έθετο Δαυίδ φρουράν εν Συρία τη κατά Δαμασκόν και ήσαν τω Δαυίδ εις δούλους φέροντες δώρα και έσωσε κύριος Δαυίδ εν πάσιν οις επορεύετο 7και έλαβε Δαυίδ τους κλοιούς τους χρυσούς οι ήσαν επί τους παίδας Αδαδεζέρ και ήνεγκεν αυτούς εις Ιερουσαλήμ 8και εκ της Ταβάθ και εκ των εκλεκτών πόλεων των Αδαδεζέρ έλαβε Δαυίδ χαλκόν πολύν σφόδρα εξ αυτού εποίησε Σολομών την θάλασσαν την χαλκήν και τους στύλους και τα σκεύη τα χαλκά 9και ήκουσε Θωού βασιλεύς Αιμάθ ότι επάταξε Δαυίδ την πάσαν δύναμιν Αδαδεζέρ βασιλέως Σουβά 10και απέστειλε τον Αδωράμ υιόν αυτού προς τον βασιλέα Δαυίδ του ερωτήσαι αυτόν τα εις ειρήνην και του ευλογήσαι αυτόν υπέρ ου επολέμησε τον Αδαδεζέρ και επάταξεν αυτόν ότι ανήρ πολέμιος Θωού ην ο Αδαδεζερ και πάντα τα σκεύη τα χρυσά και αργυρά και χαλκά 11και ταύτα ηγίασεν ο βασιλεύς Δαυίδ τω κυρίω μετά του αργυρίου και του χρυσίου ου έλαβεν εκ πάντων των εθνών εξ Ιδουμαίας και Μωάβ και εξ υιών Αμμών και εκ των αλλοφύλων και εξ Αμαλήκ 12και Αβεσαϊ υιός Σαρουϊα επάταξε την Ιδουμαίαν εν κοιλάδι των αλών οκτωκαίδεκα χιλιάδας 13και έθετο εν τη Ιδουμαία φρουράν και ήσαν πάντες οι Ιδουμαίοι παίδες τω Δαυίδ και έσωσε κύριος τον Δαυίδ εν πάσιν οις επορεύετο 14και εβασίλευσε Δαυίδ επί πάντα Ισραήλ και ην ποιών κρίμα και δικαιοσύνην παντί τω λαώ αυτού 15και Ιωάβ υιός Σαρουϊα επί της στρατιάς και Ιωσαφάτ υιός Αχιλούδ υπομνηματογράφος 16και Σαδώκ υιός Αχιτώβ και Αχιμέλεχ υιός Αβιάθαρ ιερείς και Σούσα γραμματεύς 17και Βανέας υιός Ιωδαέ επί του Κερεθί και του Φελεθί και οι υιοί Δαυίδ οι πρώτοι διάδοχοι του βασιλέως
Copyright information for ABPGRK