1 Chronicles 21

CHAPTER 21

David Numbers Israel

1και ανέστη σατάν επί Ισραήλ και επέσεισε τον Δαυίδ του αριθμήσαι τον Ισραήλ 2και είπεν ο βασιλεύς Δαυίδ προς Ιωάβ και προς τους άρχοντας της δυνάμεως πορεύθητε αριθμήσατε τον Ισραήλ από Βηρσαβεαί έως Δαν και ενέγκατε προς με και γνώσομαι τον αριθμόν αυτών 3και είπεν Ιωάβ προσθείη κύριος επί τον λαόν αυτού ως εισίν εκατονταπλασίως και οι οφθαλμοί του κυρίου μου του βασιλέως βλέποντες ουχί κύριέ μου βασιλεύ πάντας τω κυρίω μου εις δούλους και ινατί θέλει τούτο ο κύριός μου όπως μη γενήται εις πλημμέλειαν τω Ισραήλ 4το δε ρήμα του βασιλέως ίσχυσεν επί Ιωάβ και εξήλθεν Ιωάβ και διήλθεν εν παντί Ισραήλ και ανήλθεν εις Ιερουσαλήμ 5και έδωκεν Ιωάβ τον αριθμόν της επισκέψεως του λαού τω Δαυίδ και ην πας Ισραήλ χίλιαι χιλιάδες και εκατόν χιλιάδες ανδρών σπασμένων ρομφαίαν και Ιούδας τετρακόσιαι και εβδομήκοντα χιλιάδες ανδρών σπασμένων ρομφαίαν 6και τον Λευί και τον Βενιαμίν ουκ ηρίθμησεν εν μέσω αυτών ότι κατήσχυνεν ο λόγος του βασιλέως προς Ιωάβ 7και πονηρόν εναντίον του θεού περί του πράγματος τούτου και επάταξε τον Ισραήλ 8και είπε Δαυίδ προς τον θεόν ημάρτηκα σφόδρα ότι εποίησα το πράγμα τούτο και νυν περίελε δη την αδικίαν του δούλου σου ότι εματαιώθην σφόδρα 9και ελάλησε κύριος προς Γαδ τον ορώντα τω Δαυίδ λέγων 10πορεύου και λάλησον προς Δαυίδ λέγων ούτως λέγει κύριος τρία αίρω εγω επί σε έκλεξαι σεαυτώ εν εξ αυτών και ποιήσω σοι 11και ήλθε Γαδ προς Δαυίδ και είπεν αυτώ ούτως λέγει κύριος έκλεξαι σεαυτώ 12η τρία έτη λιμού η τρεις μήνας φευγείν σε εκ προσώπου των εχθρών σου και μάχαιραν εχθρών σου καταδιώκειν σε η τρεις ημέρας ρομφαίαν κυρίου και θάνατον εν τη γη και άγγελος κυρίου εξολοθρεύων εν πάση κληρονομία Ισραήλ και νυν ίδε τι αποκριθώ τω αποστείλαντί με λόγον 13και είπε Δαυίδ προς Γαδ στενά μοι σφόδρα εμπεσούμαι δη εις χείρας κυρίου ότι πολλοί οι οικτιρμοί αυτού σφόδρα και εις χείρας ανθρώπων ου μη εμπέσω

The LORD Appoints Death in Israel

14και έδωκε κύριος θάνατον εν Ισραήλ και έπεσον εξ Ισραήλ εβδομήκοντα χιλιάδες ανδρών 15και απέστειλεν ο θεός άγγελον εις Ιερουσαλήμ του εξολοθρεύσαι αυτήν και ως διέφθειρεν ειδε κύριος και μετεμελήθη επί τη κακία και είπε τω αγγέλω τω διαφθείραντι ικανούσθω σοι άνες της χείρά σου και ο άγγελος κυρίου εστώς εν τω άλω Οράν του Ιεβουσαίου 16και επήρε Δαυίδ τους οφθαλμούς αυτού και είδε τον άγγελον κυρίου εστώτα αναμέσον της γης και αναμέσον του ουρανού και η ρομφαία αυτού εσπασμένη εν τη χειρί αυτού εκτεταμένη επί Ιερουσαλήμ και έπεσε Δαυίδ και οι πρεσβύτεροι περιβεβλημένοι σάκκους επί πρόσωπον αυτών 17και είπε Δαυίδ προς τον θεόν ουκ εγώ είπα του αριθμήσαι εν τω λαώ και εγώ ειμι ο αμαρτών κακοποιών εκακοποίησα και ταύτα τα πρόβατα τι εποίησαν κύριε ο θεός γενηθήτω η χειρ σου εν εμοί και εν τω οίκω του πατρός μου και μη εν τω λαώ σου εις απώλειαν 18και άγγελος κυρίου είπε τω Γαδ του ειπείν προς Δαυίδ ίνα αναβή του στήσαι θυσιαστήριον τω κυρίω εν άλω Ορνάν του Ιεβουσαίου 19και ανέβη Δαυίδ κατά τον λόγον Γαδ ον ελάλησεν εν ονόματι κυρίου 20και επέστρεψεν Ορνάν και είδε τον βασιλέα και τέσσαρας υιοί αυτού μετ΄ αυτού κρυβόμενοι και Ορνάν ην αλοών πυρούς 21και ήλθε Δαυίδ προς Ορνάν και Ορνάν εξήλθεν εκ της άλω και επίβλεψεν Ορναν και είδε τον Δαυίδ και προσεκύνησε τω Δαυίδ επί πρόσωπον επί την γην 22και είπε Δαυίδ προς Ορνάν δος μοι τον τόπον της άλω και οικοδομήσω επ΄ αυτώ θυσιαστήριον τω κυρίω εν αργυρίω αξίω δος μοι αυτόν και παύσεται η πληγή εκ του λαού 23και είπεν Ορνάν προς Δαυίδ λάβε σεαυτώ και ποιησάτω ο κύριός μου ο βασιλεύς το αγαθόν ενώπιον αυτού ιδού δέδωκα τους βόας εις ολοκαύτωσιν και το άροτρον εις ξύλα και τον πυρόν εις θυσίας τα πάντα δέδωκα 24και είπεν ο βασιλεύς Δαυίδ τω Ορνάν ουχί αλλ΄ η αγοράζων αγοράσω αργυρίου αξιου ότι ου μη λάβω τα σα τω κυρίω του ανενεγκείν ολοκαύτωσιν δωρεάν τω κυρίω 25και έδωκε Δαυίδ τω Ορνάν περί του τόπου αυτού σίκλους χρυσίου ολκής εξακοσίους 26και ωκοδόμησεν εκεί Δαυίδ θυσιαστήριον κυρίω και ανήνεγκεν ολοκαυτώματα και σωτηρίου και εβόησε προς κύριον και επήκουσεν αυτού εν πυρί εκ του ουρανού επί το θυσιαστήριον της ολοκαυτώσεως 27και είπε κύριος προς τον άγγελον και κατέθηκε την ρομφαίαν αυτου εις τον κουλεόν αυτής 28εν τω καιρώ εκείνω εν τω ιδείν τον Δαυίδ ότι επήκουσεν αυτού κύριος εν τη άλω Ορνάν του Ιεβουσαίου και εθυσίασεν εκεί 29και η σκηνή κυρίου ην εποίησε Μωυσής εν τη ερήμω και το θυσιαστήριον των ολοκαυτωμάτων εν τω καιρώ εκείνω εν Βαμά εν Γαβαών 30και ουκ εδύνατο Δαυίδ του πορευθήναι έμπροσθεν αυτού ζητήσαι τον θεόν ότι κατέσπευσεν από προσώπου της ρομφαίας του αγγέλου κυρίου
Copyright information for ABPGRK