1 Chronicles 22

CHAPTER 22

David Charges Solomon to Build The LORD's House

και είπε Δαυίδ ούτος εστιν ο οίκος κυρίου του θεού και τούτο το θυσιαστήριον εις ολοκαύτωσιν τω Ισραήλ και είπε Δαυίδ του συναγαγείν πάντας τους προσηλύτους εν γη Ισραήλ και κατέστησε λατόμους λατομήσαι λίθους ξυστούς του οικοδομήσαι οίκον τω κυρίω και σίδηρον πολύν εις τους ήλους των θυρωμάτων και των πυλών και τους στροφείς ητοίμασε Δαυίδ και χαλκόν εις πλήθος ουκ ην σταθμός και ξύλα κέδρινα ουκ ην αριθμός ότι ήνεγκαν οι Σιδώνιοι και οι Τύριοι ξύλα κέδρινα εις πλήθος τω Δαυίδ και είπε Δαυίδ Σολομών ο υιός μου παιδάριον απαλόν και ο οίκος του οικοδομήσαι τω κυρίω του μεγαλύναι άνω εις όνομα και εις δόξαν εις πάσαν την γην ετοιμάσω αυτώ και ητοίμασε Δαυίδ εις πλήθος έμπροσθεν της τελευτής αυτού και εκάλεσε Σολομώντα τον υιόν αυτού και ενετείλατο αυτώ του οικοδομήσαι τον οίκον τω κυρίω θεώ Ισραήλ και είπε Δαυίδ Σολομών τέκνον εμοί εγένετο επί ψυχή μου του οικοδομήσαι οίκον τω ονόματι κυρίου του θεού μου και εγένετο επ΄ εμέ λόγος κυρίου λέγων αίμα εις πλήθος εξέχεας και πολέμους μεγάλους εποίησας ουκ οικοδομήσεις οίκον τω ονόματί μου ότι αίματα πολλά εξέχεας επί της γης εναντίον μου ιδού υιός τίκτεταί σοι ούτος έσται ανήρ αναπαύσεως και αναπαύσω αυτόν από πάντων των εχθρών αυτού κυκλόθεν ότι Σολομών όνομα αυτού και ειρήνην και ησυχίαν δώσω επί Ισραήλ εν ταις ημέραις αυτού 10 ούτος οικοδομήσει οίκον τω ονόματί μου και ούτος έσται μοι εις υιόν καγώ έσομαι αυτώ εις πατέρα και ετοιμάσω τον θρόνον της βασιλείας αυτού εν Ισραήλ έως αιώνος 11 και νυν υιέ μου είη μετά σου κύριος και κατευθυνείς και οικοδομήσεις οίκον κυρίω τω θεώ σου ως ελάλησε περί σου 12 πλην δώη σοι κύριος σοφίαν και σύνεσιν και κατισχύσαι σε επί Ισραήλ του φυλάσσεσθαι και του ποιείν τον νόμον κυρίου του θεού σου 13 τότε ευοδωθήση εάν φυλάξης του ποιείν τα προστάγματα και τα κρίματα α ενετείλατο κύριος τω Μωυσή επί τον Ισραήλ ανδρίζου και ίσχυε μη φοβού μηδέ δειλία 14 και ιδού εγώ κατά την πτωχείαν μου ητοίμασα εις τον οίκον κυρίου χρυσίου ταλάντων εκατόν χιλιάδας και αργυρίου ταλάντων χιλίας χιλιάδας και χαλκόν και σίδηρον ου ουκ έστι σταθμός ότι εις πλήθος εστί και ξύλα και λίθους ητοίμασα και πρόσθες επ ταύτα 15 και μετά σου εις πλήθος ποιούντων έργα τεχνίται λατόμοι λίθων και τέκτονες ξύλων και πας σοφός εν παντί έργω 16 εν χρυσίω και αργυρίω εν χαλκώ και εν σιδήρω οις ουκ έστιν αριθμός ανάστηθι και ποίει και κύριος μετά σου 17 και ενετείλατο Δαυίδ πάσι τοις άρχουσιν Ισραήλ αντιλαβέσθαι τω Σολομώντι υιώ αυτού λέγων 18 ουχί κύριος μεθ΄ υμών και ανέπαυσεν υμάς κυκλόθεν ότι παρέδωκεν εν χειρί μου τους κατοικούντας την γην και υπετάγη η γη εναντίον κυρίου και εναντίον λαού αυτού 19 νυν δότε τας καρδίας υμών και τας ψυχάς υμών του ζητήσαι κυρίω τω θεώ υμών και ανάστητε και οικοδομήσατε το αγίασμα τω κυρίω τω θεώ υμών του εισενεγκείν την κιβωτόν διαθήκης κυρίου και τα σκεύη τα άγια του θεού εις τον οίκον τον οικοδομούμενον τω ονόματι κυρίου
Copyright information for ABPGRK