1 Chronicles 24

CHAPTER 24

The Ministration of the Levites

και των υιών Ααρών διαιρέσεις υιοί Ααρών Ναδάβ και Αβιού Ελεάζαρ και Ιθάμαρ και απέθανε Ναδάβ και Αβιού εναντίον του πατρός αυτών και υιοί ουκ ήσαν αυτοίς και ιεράτευσεν Ελεάζαρ και Ιθάμαρ υιοί Ααρών και διείλεν αυτούς Δαυίδ και Σαδώκ εκ των υιών Ελεάζαρ και Αχιμέλεχ εκ των υιών Ιθάμαρ κατά την επίσκεψιν αυτών κατά την λειτουργίαν αυτών και ευρέθησαν υιοί Ελεάζαρ πλείους εις άρχοντας των δυνατών παρά τους υιούς Ιθάμαρ και διείλεν αυτούς τοις υιοίς Ελεάζαρ εις άρχοντας εις οίκους πατριών εκκαίδεκα και τοις υιοίς Ιθάμαρ κατ΄ οίκους πατριών αυτών οκτώ και διείλεν αυτούς εν κλήροις τούτους προς τούτους ότι ήσαν άρχοντες των αγίων και άρχοντες του θεού εν τοις υιοίς Ελεάζαρ και εν τοις υιοίς Ιθάμαρ και έγραψεν αυτούς Σαμέας υιός Ναθαναήλ ο γραμματεύς εκ του Λευί κατεναντίον του βασιλέως και των αρχόντων και Σαδώκ του ιερεέως και Αχιμελέκ υιός Αβιάθαρ και των αρχόντων των πατριών των ιερέων και των Λευιτών οίκος πατριάς εις εις τω Ελεάζαρ και οίκος πατριάς εις εις τω Ιθάμαρ και εξήλθεν ο κλήρος ο πρώτος τω Ιωαρείβ τω Ιεδεία ο δεύτερος τω Χαρίμ ο τρίτος τω Σεωρείμ ο τέταρτος τω Μελχία ο πέμπτος τω Μιαμείμ ο έκτος 10 τω Ακκώς ο έβδομος τω Αβία ο όγδοος 11 τω Ιασού ο έννατος τω Σεχενία ο δέκατος 12 τω Ελιασούβ ο ενδέκατος τω Ιακείμ ο δωδέκατος 13 τω Οφφά ο τρισκαιδέκατος τω Ισβαάβ ο τεσσαρεσκαιδέκατος 14 τω Βελγά ο πεντεκαιδέκατος τω Εμμήρ ο εκκαιδέκατος 15 τω Χηζείρ ο επτακαιδέκατος τω Αφεσεί ο οκτωκαιδέκατος 16 τω Φαθία ο εννεακαιδέκατος τω Ιζεκιήλ ο εικοστός 17 τω Ιαχείμ ο πρώτος και εικοστος τω Γαμούλ ο δεύτερος και εικοστός 18 τω Δαλαϊα ο τρίτος και εικοστός τω Μοοζία ο τέταρτος και εικοστός 19 αύτη η επίσκεψις αυτών κατά την λειτουργίαν αυτών του εισπορεύεσθαι εις οίκον κυρίου κατά την κρίσιν αυτών διά χειρός Ααρών του πατρός αυτών καθώς ενετείλατο κύριος ο θεός Ισραήλ 20 και τοις υιοίς Λευί τοις καταλοίποις τοις υιοίς Αμράμ Σουβαήλ τοις υιοίς Σουβαήλ Ιαδαϊα 21 τω Ραβία τοις υιός Ραβία ο άρχων Ιεσία 22 και τω Ισάαρ Σαλομίθ τοις υιοίς Σαλομίθ Ιαάθ 23 τοις υιοί Ιεδδιού Αμαρία ο δεύτερος Ιαζιήλ ο τρίτος Ιακαμίας ο τέταρτος 24 τοις υιοίς Οζιήλ Μιχά τοις υιοί Μιχά Σεμμήρ 25 ο αδελφός Μιχά Ισίας τοις υιοίς Ισίου Ζαχαρίας 26 τοις υιοί Μεραρί Μοολί και Μουσί υιοί Οζία Βοννί 27 υιοί Μεραρί τω Ιοζίας υιός αυτού Σοάμ και Σακχούρ και Αβαρί 28 τω Μοολί Ελεάζαρ και ουκ ήσαν αυτώ υιοί 29 τω Κις υιοί του Κις Ιεραμεήλ 30 υιοί Μουσί Μοολί και Έδερ και Ιιρειμώθ ούτοι υιοί των Λευιτών κατ΄ οίκους των πατριών αυτών 31 και έλαβον και αυτοί κλήρους καθώς οι αδελφοί αυτών υιοί Ααρών εναντίον του Δαυίδ του βασιλέως και Σαδώκ και Αχιμέλεχ και οι άρχοντες των πατριών των ιερέων και των Λευιτών πατριάρχαι Αραάβ καθώς οι αδελφοί αυτού οι νεώτεροι
Copyright information for ABPGRK