1 Chronicles 29

CHAPTER 29

David Assembles the People

και είπε Δαυίδ ο βασιλεύς πάση τη εκκλησία Σολομών ο υιός μου εις ον ηρέτικεν εν αυτώ κύριος νέος και απαλός και το έργον μέγα ότι ουκ ανθρώπω η οίκησι αλλ΄ η κυρίω θεώ και εγώ κατά πάσαν την δύναμίν μου ητοίμακα εις τον οίκον του θεού μου το χρυσίον εις χρυσίον και το αργύριον εις αργύριον και τον χαλκόν εις χαλκόν και τον σίδηρον εις σίδηρον και ξύλα εις ξύλα και λίθους όνυχος και πληρώσεως λίθους πολυτελείς και ποικίλους και πάντα λίθον τίμιον και λίθους Παρίους εις πλήθος και έτι εν τω ευδοκήσαί με εις οίκον θεού μου έστι μοι ο περιπεποίημαι χρυσίον και αργύριον και ιδού δέδωκα εις τον οίκον θεού μου εις ύψος εκτός ων ητοίμασα εις τον οίκον τον άγιον τρισχίλια τάλαντα χρυσίου του εξ Οφείρ και επτακισχίλια τάλαντα αργυρίου δοκίμου του εξαλειφήναι εν αυτοίς τους τοίχους του ιερού εις το χρυσίον τω χρυσίω και εις το αργύριον τω αργυρίω και εις παν έργον διά χειρός τεχνιτών και τις ο προθυμούμενος πληρώσαι τας χείρας αυτού σήμερον τω κυρίω και προεθυμήθησαν οι άρχοντες των πατριών και οι άρχοντες των υιών Ισραήλ και οι χιλίαρχοι και εκατόνταρχοι και οι προστάται των έργων και οι οικονόμοι του βασιλέως και έδωκαν εις τα έργα του οίκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια και δραχμάς μυρίας και αργυρίου ταλάντων δέκα χιλιάδας και χαλκού τάλαντα μύρια οκτακισχίλια και σιδήρου εκατόν χιλιάδας ταλάντων και οις ευρέθησαν παρ΄ αυτοίς λίθοι έδωκαν εις τας αποθήκας οίκου κυρίου διά χειρός Ιεϊήλ του Γερσωνί και ευφράνθη ο λαός επί τω εκουσιασμώ ότι εκ καρδίας πλήρους εκουσιάσαντο τω κυρίω και Δαυίδ ο βασιλεύς ευφράνθη ευφροσύνη μεγάλη

David Prays and Blesses God

10 και ευλόγησεν ο βασιλεύς Δαυίδ τον κύριον ενώπιον της εκκλησίας λέγων ευλογητός ει κύριε ο θεός Ισραήλ ο πατήρ ημών από του αιώνος και έως του αιώνος 11 σοι κύριε η μεγαλωσύνη και η δύναμις και η μεγαλοπρέπεια και η νίκη και η εξομολόγησις ότι συ πάντων των εν ουρανώ και επί της γης δεσπόζεις σοι κύριε η βασιλεία και η έπαρσις εις πάντα και εις πάσαν αρχήν 12 παρά σου ο πλούτος και η δόξα συ πάντων άρχεις κύριε ο άρχων πάσης αρχής και εν τη χειρί σου ισχύς και δυναστεία και εν χειρί σου μεγαλύναι και κατισχύσαι τα πάντα 13 και νυν κύριε εξομολογούμεθά σοι και αινούμεν το όνομα της δόξης σου 14 και τις ειμί εγώ και τις ο λαός μου ότι ισχύσαμεν του εκουσιάσασθαί σοι ούτως ότι σα τα πάντα και εκ των σων δεδώκαμέν σοι 15 ότι πάροικοι εσμέν εναντίον σου και πάροικοι καθώς πάντες οι πατέρες ημών και ως σκιαί αι ημέραι ημών επί της γης και ουκ έστιν υπομονή 16 κύριε ο θεός ημών προς παν το πλήθος τούτο ο ητοιμάσαμέν σοι του οικοδομήσαι οίκον τω ονόματί σου τω αγίω εκ χειρός γαρ εστί και σα εστι τα πάντα 17 και έγνων κύριε ότι συ ει ο ετάζων καρδίας και αγαπών δικαιοσύνην και εγώ εν απλότητι καρδίας εκουσιάσθην ταύτα πάντα και νυν τον λαόν σου τον ευρεθέντα ώδε είδον εν ευφροσύνη εκουσιασθέντα σοι 18 κύριε ο θεός Αβραάμ και Ισαάκ και Ισραήλ των πατέρων ημών φύλαξον αυτών το πλάσμα διανοιών καρδίας λαού σου εις τον αιώνα και κατεύθυνον τας καρδίας αυτών προς σε 19 και Σολομώντι τω υιώ μου δος καρδίαν αγαθήν του ποιείν τας εντολάς σου και τα μαρτύριά σου και τα προστάγματά σου και του επί τέλους αγαγείν πάντα και του οικοδομήσαι την κατασκευήν του οίκου σου ην ητοίμασα 20 και είπε Δαυίδ πάση τη εκκλησία ευλογήσατε δη κύριον τον θεόν ημών και ευλόγησε πάσα η εκκλησία κύριον τον θεόν των πατέρων αυτών και κάμψαντες τα γόνατα προσεκύνησαν τω κυρίω και τω βασιλεί 21 και έθυσε Δαυίδ τω κυρίω θυσίας και ανήνεγκεν ολοκαυτώματα τω κυρίω τη επαύριον της πρώτης ημέρας μόσχους χιλίους κριούς χιλίους άρνας χιλίους και τας σπονδάς αυτών και θυσίας εις πλήθος παντί τω Ισραήλ

Solomon Anointed as King

22 και έφαγον και έπιον έναντι κυρίου εν εκείνη τη ημέρα μετά χαράς μεγάλης και εβασίλευσαν εκ δευτέρου τον Σολομώντα υιόν Δαυίδ και έχρισαν αυτόν τω κυρίω εις βασιλέα και τον Σαδώκ εις ιερέα 23 και εκάθισε Σολομών επί θρόνου κυρίου εις βασιλέα αντί Δαυίδ του πατρός αυτού και ευοδώθη και υπήκουσαν αυτού πας Ισραήλ 24 και οι άρχοντες και οι δυνάσται και γε πάντες οι υιοί του βασιλέως Δαυίδ υπετάγησαν αυτώ 25 και εμεγάλυνε κύριος τον Σολομώντα εναντίον παντός Ισραήλ και έδωκεν επ΄ αυτόν δόξαν βασιλείας ως ουκ εγένετο επί παντός βασιλέως έμπροσθεν αυτού επάνω του Ισραήλ 26 και Δαυίδ υιός Ιεσσαί εβασίλευσεν επί πάντα Ισραήλ 27 και αι ημέραι ας εβασίλευσεν επί Ισραήλ τεσσαράκοντα έτη εν Χεβρών εβασίλευσεν επτά έτη και εν Ιερουσαλήμ τριακοντατρία έτη

The Death of David

28 και απέθανε εν γήρα καλώ πλήρης ημερών πλούτω και δόξη και εβασίλευσε Σολομών υιός αυτού αντ΄ αυτού 29 οι δε λοιποί λόγοι Δαυίδ του βασιλέως οι πρότεροι και οι ύστεροι ιδου γεγραμμένοι εισίν εν λόγοις Σαμουήλ του ορώντος και επί λόγων Νάθαν του προφήτου και επί λόγων Γαδ του ορώντος 30 περί πάσης της βασιλείας αυτού και πάσης της δυναστείας αυτού και των καιρών των διελθόντων επ΄ αυτώ και επί τον Ισραήλ και επί πάσας τας βασιλείας των γαιών
Copyright information for ABPGRK