1 Chronicles 4

CHAPTER 4

The Genealogy of Judah

υιοί Ιούδα Φαρές Εσρώμ και Χαρμί και Ωρ Σοβάλ και Ρειά υιός Σοβάλ εγέννησε τον Ιαώθ και Ιαώθ εγέννησε τον Αχιμαϊ και τον Λαάδ αύται αι γενέσεις του Σαραθί και ούτοι υιοί Ετάμ Ιεζραήλ και Ηεσαμά και Ιεδεβάς και όνομα αδελφής αυτών Ασελαφωνί και Φανουήλ πατήρ Γεδδώρ και Έζερ πατήρ Ουσά ούτοι υιοί Ωρ του πρωτοτόκου Εφραθά πατρός Βεθλεέμ και τω Ασοώρ πατρί Θεκωέ ήσαν δύο γυναίκες Ελαα και Νοερά και έτεκεν αυτώ Νοερά τον Οζάμ και τον Αφέρ και τον Θεμανεί και τον Αεσθαρεί πάντες ούτοι υιοί Νοερά και υιοί Ελεά Σαρήθ και Σωάρ και Εθνάν και Κως εγέννησε τον Ανώβ και τον Σαβηβά αύται αι πατριαί αδελφού Ρηχάλ υιόυ Αρίμ και ην Ιαβής ένδοξος υπέρ τους αδελφούς αυτού και η μήτηρ εκάλεσε το όνομα αυτού Ιαβής λέγουσα ότι έτεκον εν διαπτώσει 10 και επεκαλέσατο Ιαβής τον θεόν Ισραήλ λέγων εάν ευλογών ευλογήσης με και πληθύνης τα όριά μου και η χειρ σου η μετ΄ εμού και ποιήσης γνώσιν του μη ταπεινώσαί με και επήγαγεν ο θεός πάντα όσα ητήσατο 11 και Χαλέβ ο αδελφός Σούα εγέννησε τον Μαχίρ ούτος πατήρ Εσσαθών 12 και Εσσαθών εγέννησε τον Βηθραφά και τον Φασσέ και τον Θεεννά πατέρα Ηρναάς ούτοι άνδρες Ρηχά 13 και υιοί Κενέζ Γοθονιήλ και Σαραϊα και υιοί Γοθονιήλ Αθέθ 14 και Μαωναθεί εγέννησε τον Εφρά και Σαραϊα εγέννησε τον Ιωάβ πατέρα Γηχαρασίμ ότι τέκτονες ήσαν 15 και υιοί Χαλέβ υιόυ Ιεφονή Ιρού Ηλά και Νοέμ και υιοί Ηλά Κενέζ 16 και υιοί Αλελεήλ Ζιφ και Ζιφά και Θεφία και Ασερήλ 17 και υιοί Ιεσραά Ιεθέρ και Μαράδ και Εφέρ και Ιαλών και Ιεθέρ εγέννησε την Μαριάμ και Σαμαϊ και τον Ιεσβά πατέρα Εσθαιμών 18 και η γυνή αυτού Ιουδεία έτεκεν αυτώ τον Ιάρεδ πατέρα Γεδδώρ και τον Άβερ πατέρα Σωχώ και τον Ιεχουτιήλ πατέρα Ζανοέ και ούτοι υιοί Φαθθουϊα θυγατρός Φαραώ ην έλαβε Μαρώδ 19 και υιοί γυναικός Ωδία αδελφης Ναούμ πατρός Κεειλά ο Γαρμί και Εσθαμά ο Μακαθί 20 και υιοί Συμών Αμνών και Ρενά υιός Άνναν και Θιλών και υιοί Ιεσί Ζωχάθ υιοί Ζωχάθ 21 υιοί Σηλώ υιόυ Ιούδα Ηρ πατήρ Λαιχά και Λααδά πατήρ Μαρησά και γενέσεις οικείων Εφραδαβάκ τω οίκω Ασεβά 22 και Ιωακείμ και άνδρες Χοζηβά και Ιωάς και Σαράφ οι εξουσιάσαντες εν Μωάβ και απέστρεψαν εις Λεέμ οι δε λόγοι παλαιοί εισιν 23 ούτοι οι κεραμείς οι κατοικούντες εν Νεταείμ και Γαδειρά μετά του βασιλέως εν τοις έργοις αυτού ενίσχυσαν και κατώκησαν εκεί 24 υιοί Συμεών Ναμουήλ και Ιαμείν Ιαρείβ Ζαρά Σαούλ 25 Σελήμ υιός αυτού Μαβσάμ υιός αυτού Μασμά υιός αυτού 26 υιοί Μασμά Αμουήλ υιός αυτού Ζαχούρ υιός αυτού Σεμεϊ υιός αυτού 27 και τω Σεμεϊ υιοί εκκαίδεκα και θυγατέρες εξ και τοις αδελφοίς αυτού ουκ ήσαν υιοί πολλοί και πάσαι αι πατριαί αυτών ουκ επλήθυναν ως υιών Ιούδα 28 και κατώκησαν εν Βηρσαβεαί και Μολαδά και Ασερσουάλ 29 και εν Βαλαά και εν Ασόμ και εν Θολάθ 30 και εν Βαθουήλ και εν Αραμά και εν Σεκελάγ 31 και εν Βεθμαρχαβώθ και Εσερσουσίμ και εν Βεθβαρεί και εν Σαρείμ αύται αι πόλεις αυτών έως του βασιλέως Δαυίδ 32 και επαύλεις αυτών Ετάμ και Αϊν Ρεμμών και Θοκκά και Ασάν πόλεις πέντε 33 και πάσαι αι επαύλεις αυτών εν κύκλω των πόλεων τούτων έως Βαλαάδ αύτη η κατάσχεσις αυτών και ο καταλοχισμός αυτών 34 και Μοσωβάβ και Αμαλήκ και Ιωσία υιός Αμασσίου 35 και Ιωήλ και Ηού υιός Ιωσαβία υιόυ Σαρέα υιός Ασιήλ 36 και Ελιωναϊ και Ιεκεβά και Ιεσουϊα και Ασαϊα και Αδήλ και Ισμαήλ και Βανέας 37 και Ζιζά υιός Σωφεί υιός Αλών υιός Ιεδδία υιός Σαμαρεί υιός Σαμαϊα 38 ούτοι οι διελθόντες εν ονόμασιν αρχόντων εν ταις γενέσεσιν αυτών και εν οίκοις πατριών αυτών επληθύνθησαν εις πλήθος 39 και επορεύθησαν του ελθείν εις Γέραρα έως κατ΄ ανατολάς της φάραγγος του ζητήσαι νομήν τοις ποιμνίοις αυτών 40 και εύρον νομήν πίονα και αγαθήν και η γη ευρύχωρος ενώπιον αυτών και εν ειρήνη και ησυχία ότι εκ των υιών Χαμ των κατοικούντων εκεί έμπροσθεν 41 και ήλθοσαν ούτοι οι γεγραμμένοι επ΄ ονόματος εν ημέραις Εζεκίου βασιλέως Ιούδα και επάταξαν τας σκηνάς αυτών και τους Μιναίους τους ευρεθέντας εκεί και ανεθεμάτισαν αυτούς έως της ημέρας ταύτης και ώκησαν αντ΄ αυτών ότι νομή τοις ποιμνίοις αυτών εκεί 42 και εξ αυτών των υιών Συμεών επορεύθησαν εις το όρος Σηείρ άνδρες πεντακόσιοι και Φαλτίας και Νααρίας και Ραφέας και Οζιήλ υιοί Εσουέ άρχοντες αυτών 43 και επάταξαν το κατάλειμμα το διασωθέν του Αμαλήκ και κατώκησαν εκεί έως της ημέρας ταύτης
Copyright information for ABPGRK