1 Chronicles 22

CHAPTER 22

David Charges Solomon to Build The LORD's House

1και είπε Δαυίδ ούτος εστιν ο οίκος κυρίου του θεού και τούτο το θυσιαστήριον εις ολοκαύτωσιν τω Ισραήλ 2και είπε Δαυίδ του συναγαγείν πάντας τους προσηλύτους εν γη Ισραήλ και κατέστησε λατόμους λατομήσαι λίθους ξυστούς του οικοδομήσαι οίκον τω κυρίω 3και σίδηρον πολύν εις τους ήλους των θυρωμάτων και των πυλών και τους στροφείς ητοίμασε Δαυίδ και χαλκόν εις πλήθος ουκ ην σταθμός 4και ξύλα κέδρινα ουκ ην αριθμός ότι ήνεγκαν οι Σιδώνιοι και οι Τύριοι ξύλα κέδρινα εις πλήθος τω Δαυίδ 5και είπε Δαυίδ Σολομών ο υιός μου παιδάριον απαλόν και ο οίκος του οικοδομήσαι τω κυρίω του μεγαλύναι άνω εις όνομα και εις δόξαν εις πάσαν την γην ετοιμάσω αυτώ και ητοίμασε Δαυίδ εις πλήθος έμπροσθεν της τελευτής αυτού 6και εκάλεσε Σολομώντα τον υιόν αυτού και ενετείλατο αυτώ του οικοδομήσαι τον οίκον τω κυρίω θεώ Ισραήλ 7και είπε Δαυίδ Σολομών τέκνον εμοί εγένετο επί ψυχή μου του οικοδομήσαι οίκον τω ονόματι κυρίου του θεού μου 8και εγένετο επ΄ εμέ λόγος κυρίου λέγων αίμα εις πλήθος εξέχεας και πολέμους μεγάλους εποίησας ουκ οικοδομήσεις οίκον τω ονόματί μου ότι αίματα πολλά εξέχεας επί της γης εναντίον μου 9ιδού υιός τίκτεταί σοι ούτος έσται ανήρ αναπαύσεως και αναπαύσω αυτόν από πάντων των εχθρών αυτού κυκλόθεν ότι Σολομών όνομα αυτού και ειρήνην και ησυχίαν δώσω επί Ισραήλ εν ταις ημέραις αυτού 10ούτος οικοδομήσει οίκον τω ονόματί μου και ούτος έσται μοι εις υιόν καγώ έσομαι αυτώ εις πατέρα και ετοιμάσω τον θρόνον της βασιλείας αυτού εν Ισραήλ έως αιώνος 11και νυν υιέ μου είη μετά σου κύριος και κατευθυνείς και οικοδομήσεις οίκον κυρίω τω θεώ σου ως ελάλησε περί σου 12πλην δώη σοι κύριος σοφίαν και σύνεσιν και κατισχύσαι σε επί Ισραήλ του φυλάσσεσθαι και του ποιείν τον νόμον κυρίου του θεού σου 13τότε ευοδωθήση εάν φυλάξης του ποιείν τα προστάγματα και τα κρίματα α ενετείλατο κύριος τω Μωυσή επί τον Ισραήλ ανδρίζου και ίσχυε μη φοβού μηδέ δειλία 14και ιδού εγώ κατά την πτωχείαν μου ητοίμασα εις τον οίκον κυρίου χρυσίου ταλάντων εκατόν χιλιάδας και αργυρίου ταλάντων χιλίας χιλιάδας και χαλκόν και σίδηρον ου ουκ έστι σταθμός ότι εις πλήθος εστί και ξύλα και λίθους ητοίμασα και πρόσθες επ ταύτα 15και μετά σου εις πλήθος ποιούντων έργα τεχνίται λατόμοι λίθων και τέκτονες ξύλων και πας σοφός εν παντί έργω 16εν χρυσίω και αργυρίω εν χαλκώ και εν σιδήρω οις ουκ έστιν αριθμός ανάστηθι και ποίει και κύριος μετά σου 17και ενετείλατο Δαυίδ πάσι τοις άρχουσιν Ισραήλ αντιλαβέσθαι τω Σολομώντι υιώ αυτού λέγων 18ουχί κύριος μεθ΄ υμών και ανέπαυσεν υμάς κυκλόθεν ότι παρέδωκεν εν χειρί μου τους κατοικούντας την γην και υπετάγη η γη εναντίον κυρίου και εναντίον λαού αυτού 19νυν δότε τας καρδίας υμών και τας ψυχάς υμών του ζητήσαι κυρίω τω θεώ υμών και ανάστητε και οικοδομήσατε το αγίασμα τω κυρίω τω θεώ υμών του εισενεγκείν την κιβωτόν διαθήκης κυρίου και τα σκεύη τα άγια του θεού εις τον οίκον τον οικοδομούμενον τω ονόματι κυρίου
Copyright information for ABPGRK