1 Chronicles 29

CHAPTER 29

David Assembles the People

1και είπε Δαυίδ ο βασιλεύς πάση τη εκκλησία Σολομών ο υιός μου εις ον ηρέτικεν εν αυτώ κύριος νέος και απαλός και το έργον μέγα ότι ουκ ανθρώπω η οίκησι αλλ΄ η κυρίω θεώ 2και εγώ κατά πάσαν την δύναμίν μου ητοίμακα εις τον οίκον του θεού μου το χρυσίον εις χρυσίον και το αργύριον εις αργύριον και τον χαλκόν εις χαλκόν και τον σίδηρον εις σίδηρον και ξύλα εις ξύλα και λίθους όνυχος και πληρώσεως λίθους πολυτελείς και ποικίλους και πάντα λίθον τίμιον και λίθους Παρίους εις πλήθος 3και έτι εν τω ευδοκήσαί με εις οίκον θεού μου έστι μοι ο περιπεποίημαι χρυσίον και αργύριον και ιδού δέδωκα εις τον οίκον θεού μου εις ύψος εκτός ων ητοίμασα εις τον οίκον τον άγιον 4τρισχίλια τάλαντα χρυσίου του εξ Οφείρ και επτακισχίλια τάλαντα αργυρίου δοκίμου του εξαλειφήναι εν αυτοίς τους τοίχους του ιερού 5εις το χρυσίον τω χρυσίω και εις το αργύριον τω αργυρίω και εις παν έργον διά χειρός τεχνιτών και τις ο προθυμούμενος πληρώσαι τας χείρας αυτού σήμερον τω κυρίω 6και προεθυμήθησαν οι άρχοντες των πατριών και οι άρχοντες των υιών Ισραήλ και οι χιλίαρχοι και εκατόνταρχοι και οι προστάται των έργων και οι οικονόμοι του βασιλέως 7και έδωκαν εις τα έργα του οίκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια και δραχμάς μυρίας και αργυρίου ταλάντων δέκα χιλιάδας και χαλκού τάλαντα μύρια οκτακισχίλια και σιδήρου εκατόν χιλιάδας ταλάντων 8και οις ευρέθησαν παρ΄ αυτοίς λίθοι έδωκαν εις τας αποθήκας οίκου κυρίου διά χειρός Ιεϊήλ του Γερσωνί 9και ευφράνθη ο λαός επί τω εκουσιασμώ ότι εκ καρδίας πλήρους εκουσιάσαντο τω κυρίω και Δαυίδ ο βασιλεύς ευφράνθη ευφροσύνη μεγάλη

David Prays and Blesses God

10και ευλόγησεν ο βασιλεύς Δαυίδ τον κύριον ενώπιον της εκκλησίας λέγων ευλογητός ει κύριε ο θεός Ισραήλ ο πατήρ ημών από του αιώνος και έως του αιώνος 11σοι κύριε η μεγαλωσύνη και η δύναμις και η μεγαλοπρέπεια και η νίκη και η εξομολόγησις ότι συ πάντων των εν ουρανώ και επί της γης δεσπόζεις σοι κύριε η βασιλεία και η έπαρσις εις πάντα και εις πάσαν αρχήν 12παρά σου ο πλούτος και η δόξα συ πάντων άρχεις κύριε ο άρχων πάσης αρχής και εν τη χειρί σου ισχύς και δυναστεία και εν χειρί σου μεγαλύναι και κατισχύσαι τα πάντα 13και νυν κύριε εξομολογούμεθά σοι και αινούμεν το όνομα της δόξης σου 14και τις ειμί εγώ και τις ο λαός μου ότι ισχύσαμεν του εκουσιάσασθαί σοι ούτως ότι σα τα πάντα και εκ των σων δεδώκαμέν σοι 15ότι πάροικοι εσμέν εναντίον σου και πάροικοι καθώς πάντες οι πατέρες ημών και ως σκιαί αι ημέραι ημών επί της γης και ουκ έστιν υπομονή 16κύριε ο θεός ημών προς παν το πλήθος τούτο ο ητοιμάσαμέν σοι του οικοδομήσαι οίκον τω ονόματί σου τω αγίω εκ χειρός γαρ εστί και σα εστι τα πάντα 17και έγνων κύριε ότι συ ει ο ετάζων καρδίας και αγαπών δικαιοσύνην και εγώ εν απλότητι καρδίας εκουσιάσθην ταύτα πάντα και νυν τον λαόν σου τον ευρεθέντα ώδε είδον εν ευφροσύνη εκουσιασθέντα σοι 18κύριε ο θεός Αβραάμ και Ισαάκ και Ισραήλ των πατέρων ημών φύλαξον αυτών το πλάσμα διανοιών καρδίας λαού σου εις τον αιώνα και κατεύθυνον τας καρδίας αυτών προς σε 19και Σολομώντι τω υιώ μου δος καρδίαν αγαθήν του ποιείν τας εντολάς σου και τα μαρτύριά σου και τα προστάγματά σου και του επί τέλους αγαγείν πάντα και του οικοδομήσαι την κατασκευήν του οίκου σου ην ητοίμασα 20και είπε Δαυίδ πάση τη εκκλησία ευλογήσατε δη κύριον τον θεόν ημών και ευλόγησε πάσα η εκκλησία κύριον τον θεόν των πατέρων αυτών και κάμψαντες τα γόνατα προσεκύνησαν τω κυρίω και τω βασιλεί 21και έθυσε Δαυίδ τω κυρίω θυσίας και ανήνεγκεν ολοκαυτώματα τω κυρίω τη επαύριον της πρώτης ημέρας μόσχους χιλίους κριούς χιλίους άρνας χιλίους και τας σπονδάς αυτών και θυσίας εις πλήθος παντί τω Ισραήλ

Solomon Anointed as King

22και έφαγον και έπιον έναντι κυρίου εν εκείνη τη ημέρα μετά χαράς μεγάλης και εβασίλευσαν εκ δευτέρου τον Σολομώντα υιόν Δαυίδ και έχρισαν αυτόν τω κυρίω εις βασιλέα και τον Σαδώκ εις ιερέα 23και εκάθισε Σολομών επί θρόνου κυρίου εις βασιλέα αντί Δαυίδ του πατρός αυτού και ευοδώθη και υπήκουσαν αυτού πας Ισραήλ 24και οι άρχοντες και οι δυνάσται και γε πάντες οι υιοί του βασιλέως Δαυίδ υπετάγησαν αυτώ 25και εμεγάλυνε κύριος τον Σολομώντα εναντίον παντός Ισραήλ και έδωκεν επ΄ αυτόν δόξαν βασιλείας ως ουκ εγένετο επί παντός βασιλέως έμπροσθεν αυτού επάνω του Ισραήλ 26και Δαυίδ υιός Ιεσσαί εβασίλευσεν επί πάντα Ισραήλ 27και αι ημέραι ας εβασίλευσεν επί Ισραήλ τεσσαράκοντα έτη εν Χεβρών εβασίλευσεν επτά έτη και εν Ιερουσαλήμ τριακοντατρία έτη

The Death of David

28και απέθανε εν γήρα καλώ πλήρης ημερών πλούτω και δόξη και εβασίλευσε Σολομών υιός αυτού αντ΄ αυτού 29οι δε λοιποί λόγοι Δαυίδ του βασιλέως οι πρότεροι και οι ύστεροι ιδου γεγραμμένοι εισίν εν λόγοις Σαμουήλ του ορώντος και επί λόγων Νάθαν του προφήτου και επί λόγων Γαδ του ορώντος 30περί πάσης της βασιλείας αυτού και πάσης της δυναστείας αυτού και των καιρών των διελθόντων επ΄ αυτώ και επί τον Ισραήλ και επί πάσας τας βασιλείας των γαιών
Copyright information for ABPGRK