1 Corinthians 1

CHAPTER 1

Paul Gives Thanks

Παύλος κλητός απόστολος Ιησού χριστού διά θελήματος θεού και Σωσθένης ο αδελφός τη εκκλησία του θεού τη όυση εν Κορίνθω ηγιασμένοις εν χριστώ Ιησού κλητοίς αγίοις συν πάσι τοις επικαλουμένοις το όνομα του κυρίου ημών Ιησού χριστού εν παντί τόπω αυτών τε και ημών χάρις υμίν και ειρήνη από θεού πατρός ημών και κυρίου Ιησού χριστού ευχαριστώ τω θεώ μου πάντοτε περί υμών επί τη χάριτι του θεού τη δοθείση υμίν εν χριστώ Ιησού ότι εν παντί επλουτίσθητε εν αυτώ εν παντί λόγω και πάση γνώσει καθώς το μαρτύριον του χριστού εβεβαιώθη εν υμίν ώστε υμάς μη υστερείσθαι εν μηδενί χαρίσματι απεκδεχομένους την αποκάλυψιν του κυρίου ημών Ιησού χριστού ος και βεβαιώσει υμάς έως τέλους ανεγκλήτους εν τη ημέρα του κυρίου ημών Ιησού χριστού πιστός ο θεός δι΄ ου εκλήθητε εις κοινωνίαν του υιού αυτού Ιησού χριστού του κυρίου ημών

Divisions among the Brethren

10 παρακαλώ δε υμάς αδελφοί διά του ονόματος του κυρίου ημών Ιησού χριστού ίνα το αυτό λέγητε πάντες και μη η εν υμίν σχίσματα ήτε δε κατηρτισμένοι εν τω αυτώ νοϊ και εν τη αυτή γνώμη 11 εδηλώθη γαρ μοι περί υμών αδελφοί μου υπό των Χλόης ότι έριδες εν υμίν εισι 12 λέγω δε τούτο ότι έκαστος υμών λέγει εγώ μεν ειμι Παύλου εγώ δε Απολλώ εγώ δε Κηφά εγω δε χριστού 13 μεμέρισται ο χριστός μη Παύλος εσταυρώθη υπέρ υμών η εις το όνομα Παύλου εβαπτίσθητε 14 ευχαριστώ τω θεώ ότι ουδένα υμών εβάπτισα ει μη Κρίσπον και Γάϊον 15 ίνα μη τις είπη ότι εις το εμόν όνομα εβάπτισα 16 εβάπτισα δε και τον Στεφανά οίκον λοιπόν ουκ οίδα ει τινά άλλον εβάπτισα 17 ου γαρ απέστειλέ με χριστός βαπτίζειν αλλ΄ ευαγγελίζεσθαι ουκ εν σοφία λόγου ίνα μη κενωθή ο σταυρός του χριστού

Christ -- God's Power and Wisdom

18 ο λόγος γαρ ο του σταυρού τοις μεν απολλυμένοις μωρία εστί τοις δε σωζομένοις ημίν δύναμις θεού εστι 19 γέγραπται γαρ απολώ την σοφίαν των σοφών και την σύνεσιν των συνετών αθετήσω 20 που σοφός που γραμματεύς που συζητητής του αιώνος τούτου ουχί εμώρανεν ο θεός την σοφίαν του κόσμου τούτου 21 επειδή γαρ εν τη σοφία του θεού ουκ έγνω ο κόσμος διά της σοφίας τον θεόν ευδόκησεν ο θεός διά της μωρίας του κηρύγματος σώσαι τους πιστεύοντας 22 επειδή και Ιουδαίοι σημείον αιτούσι και Έλληνες σοφίαν ζητούσιν 23 ημείς δε κηρύσσομεν χριστόν εσταυρωμένον Ιουδαίοις μεν σκάνδαλον Έλλησιν δε μωρίαν 24 αυτοίς δε τοις κλητοίς Ιουδαίοις τε και Έλλησιν χριστόν θεού δύναμιν και θεού σοφίαν 25 ότι το μωρόν του θεού σοφώτερον των ανθρώπων εστί και το ασθενές του θεού ισχυρότερον των ανθρώπων εστί 26 βλέπετε γαρ την κλήσιν υμών αδελφοί ότι ου πολλοί σοφοί κατά σάρκα ου πολλοί δυνατοί ου πολλοί ευγενείς 27 αλλά τα μωρά του κόσμου εξελέξατο ο θεος ίνα τους σοφούς καταισχύνη και τα ασθενή του κόσμου εξελέξατο ο θεος ίνα καταισχύνη τα ισχυρά 28 και τα αγενή του κόσμου και τα εξουθενημένα εξελέξατο ο θεος και τα μη όντα ίνα τα όντα καταργήση 29 όπως μη καυχήσηται πάσα σάρξ ενώπιον αυτού 30 εξ αυτού δε υμείς εστε εν χριστώ Ιησού ος εγενήθη ημίν σοφία από θεού δικαιοσύνη τε και αγιασμός και απολύτρωσις 31 ίνα καθώς γέγραπται ο καυχώμενος εν κυρίω καυχάσθω
Copyright information for ABPGRK