1 Corinthians 10

CHAPTER 10

Israel a Model

1ου θέλω δε υμάς αγνοείν αδελφοί ότι οι πατέρες ημών πάντες υπό την νεφέλην ήσαν και πάντες διά της θαλάσσης διήλθον 2και πάντες εις τον Μωυσήν εβαπτίσαντο εν τη νεφέλη και εν τη θαλάσση 3και πάντες το αυτό βρώμα πνευματικόν έφαγον 4και πάντες το αυτό πόμα πνευματικόν έπιον έπινον γαρ εκ πνευματικής ακολουθούσης πέτρας η δε πέτρα ην ο χριστός 5αλλ΄ ουκ εν τοις πλείοσιν αυτών ευδόκησεν ο θεός κατεστρώθησαν γαρ εν τη ερήμω 6ταύτα δε τύποι ημών εγενήθησαν εις το μη είναι ημάς επιθυμητάς κακών καθώς κακείνοι επεθύμησαν 7μηδέ ειδωλολάτραι γίνεσθε καθώς τινες αυτών ως γέγραπται εκάθισεν ο λαός φαγείν και πιείν και ανέστησαν παίζειν 8μηδέ πορνεύωμεν καθώς τινες αυτών επόρνευσαν και έπεσον εν μιά ημέρα εικοσιτρείς χιλιάδες 9μηδέ εκπειράζωμεν τον χριστόν καθώς και τινες αυτών επείρασαν και υπό των όφεων απώλοντο 10μηδέ γογγύζετε καθώς και τινες αυτών εγόγγυσαν και απώλοντο υπό του ολοθρευτού 11ταύτα δε πάντα τύποι συνέβαινον εκείνοις εγράφη δε προς νουθεσίαν ημών εις ους τα τέλη των αιώνων κατήντησεν 12ώστε ο δοκών εστάναι βλεπέτω μη πέση 13πειρασμός υμάς ουκ είληφεν ει μη ανθρώπινος πιστός δε ο θεός ος ουκ εάσει υμάς πειρασθήναι υπέρ ο δύνασθε αλλά ποιήσει συν τω πειρασμώ και την έκβασιν του δύνασθαι υμάς υπενεγκείν 14διόπερ αγαπητοί μου φεύγετε από της ειδωλολατρίας 15ως φρονίμοις λέγω κρίνατε υμείς ο φημί 16το ποτήριον της ευλογίας ο ευλογούμεν ουχί κοινωνία του αίματος του χριστού εστι τον άρτον ον κλώμεν ουχί κοινωνία του σώματος του χριστού εστιν 17ότι εις άρτος εν σώμα οι πολλοί εσμεν οι γαρ πάντες εκ του ενός άρτου μετέχομεν 18βλέπετε τον Ισραήλ κατά σάρκα ουχί οι εσθίοντες τας θυσίας κοινωνοί του θυσιαστηρίου εισί 19τι ούν φημι ότι είδωλόν τι εστιν η ότι ειδωλόθυτόν τι εστιν 20αλλ΄ ότι α θύει τα έθνη δαιμονίοις θύει και ου θεώ ου θέλω δε υμάς κοινωνούς των δαιμονίων γίνεσθαι 21ου δύνασθε ποτήριον κυρίου πίνειν και ποτήριον δαιμονίων ου δύνασθε τραπέζης κυρίου μετέχειν και τραπέζης δαιμονίων 22η παραζηλούμεν τον κύριον μη ισχυρότεροι αυτού εσμέν

Do All Things unto the Glory of God

23πάντα μοι έξεστιν αλλ΄ ου πάντα συμφέρει πάντα μοι έξεστιν αλλ΄ ου πάντα οικοδομεί 24μηδείς το εαυτού ζητείτω αλλά το του ετέρου έκαστος 25παν το εν μακέλλω πωλούμενον εσθίετε μηδέν ανακρίνοντες διά την συνείδησιν 26του γαρ κυρίου η γη και το πλήρωμα αυτής 27ει δε τις καλεί υμάς των απίστων και θέλετε πορεύεσθαι παν το παρατιθέμενον υμίν εσθίετε μηδέν ανακρίνοντες διά την συνείδησιν 28εάν δε τις υμίν είπη τούτο ειδωλόθυτόν εστι μη εσθίετε δι΄ εκείνον τον μηνύσαντα και την συνείδησιν του γαρ κυρίου η γη και το πλήρωμα αυτής 29συνείδησιν δε λέγω ουχί την εαυτού αλλά την του ετέρου ίνατι γαρ η ελευθερία μου κρίνεται υπό άλλης συνειδήσεως 30ει εγώ χάριτι μετέχω τι βλασφημούμαι υπέρ ου εγώ ευχαριστώ 31είτε ούν εσθίετε είτε πίνετε είτε τι ποιείτε πάντα εις δόξαν θεού ποιείτε 32απρόσκοποι γίνεσθε και Ιουδαίοις και Έλλησιν και τη εκκλησία του θεού 33καθώς καγώ πάντα πάσιν αρέσκω μη ζητών το εμαυτού συμφέρον αλλά το των πολλών ίνα σωθώσι
Copyright information for ABPGRK