1 Corinthians 11

CHAPTER 11

God's Order of Headship

1μιμηταί μου γίνεσθε καθώς καγώ χριστού 2επαινώ δε υμάς αδελφοί ότι πάντα μου μέμνησθε και καθώς παρέδωκα υμίν τας παραδόσεις κατέχετε 3θέλω δε υμάς ειδέναι ότι παντός ανδρός η κεφαλή ο χριστός εστι κεφαλή δε γυναικός ο ανήρ κεφαλή δε χριστού ο θεός 4πας ανήρ προσευχόμενος η προφητεύων κατά κεφαλής έχων καταισχύνει την εαυτού κεφαλήν 5πάσα δε γυνή προσευχομένη η προφητεύουσα ακατακαλύπτω τη κεφαλή καταισχύνει την κεφαλήν εαυτής εν γαρ εστι και το αυτό τη εξυρημένη 6ει γαρ ου κατακαλύπτεται γυνή και κειράσθω ει δε αισχρόν γυναικί το κείρασθαι η ξυράσθαι κατακαλυπτέσθω 7ανήρ μεν γαρ ουκ οφείλει κατακαλύπτεσθαι την κεφαλήν εικών και δόξα θεού υπάρχων γυνή δε δόξα ανδρός εστιν 8ου γαρ εστιν ανήρ εκ γυναικός αλλά γυνή εξ ανδρός 9και γαρ ουκ εκτίσθη ανήρ διά την γυναίκα αλλά γυνή διά τον άνδρα 10διά τούτο οφείλει η γυνή εξουσίαν εχείν επί της κεφαλής διά τους αγγέλους 11πλήν ούτε ανήρ χωρίς γυναικός ούτε γυνή χωρίς ανδρός εν κυρίω 12ώσπερ γαρ η γυνή εκ του ανδρός ούτω και ο ανήρ διά της γυναικός τα δε πάντα εκ του θεού 13εν υμίν αυτοίς κρίνατε πρέπον εστί γυναίκα ακατακάλυπτον τω θεώ προσεύχεσθαι 14η ουδέ αυτή η φύσις διδάσκει υμάς ότι ανήρ μεν εάν κομά ατιμία αυτώ εστί 15γυνή δε εάν κομά δόξα αυτή εστίν ότι η κόμη αντί περιβολαίου δέδοται αυτή 16ει δε τις δοκεί φιλόνεικος είναι ημείς τοιαύτην συνήθειαν ουκ έχομεν ουδέ αι εκκλησίαι του θεού

Conduct at the Lord's Supper

17τούτο δε παραγγέλλων ουκ επαινώ ότι ουκ εις το κρείττον αλλ΄ εις το ήττον συνέρχεσθε 18πρώτον μεν γαρ συνερχομένων υμών εν εκκλησία ακούω σχίσματα εν υμίν υπάρχειν και μέρος τι πιστεύω 19δει γαρ και εν υμίν αιρέσεις είναι ίνα οι δόκιμοι φανεροί γένωνται εν υμίν 20συνερχομένων ούν υμών επί το αυτό ουκ έστι κυριακόν δείπνον φαγείν 21έκαστος γαρ το ίδιον δείπνον προλαμβάνει εν τω φαγείν και ος μεν πεινά ος δε μεθύει 22μη γαρ οικίας ουκ έχετε εις το εσθίειν και πίνειν η της εκκλησίας του θεού καταφρονείτε και καταισχύνετε τους μη έχοντας τι υμίν είπω επαινέσω υμάς εν τούτω ουκ επαινώ 23εγώ γαρ παρέλαβον από του κυρίου ο και παρέδωκα υμίν ότι ο κύριος Ιησούς εν τη νυκτί η παρεδίδοτο έλαβεν άρτον 24και ευχαριστήσας έκλασεν και είπεν λάβετε φάγετε τούτό μου εστι το σώμα το υπέρ υμών κλώμενον τούτο ποιείτε εις την εμήν ανάμνησιν 25ωσαύτως και το ποτήριον μετά το δειπνήσαι λέγων τούτο το ποτήριον η καινή διαθήκη εστίν εν τω εμώ αίματι τούτο ποιείτε οσάκις αν πίνητε εις την εμήν ανάμνησιν 26οσάκις γαρ αν εσθίητε τον άρτον τούτον και το ποτήριον τουτο πίνητε τον θάνατον του κυρίου καταγγέλλετε άχρις ου αν έλθη 27ώστε ος αν εσθίη τον άρτον τούτον η πίνη το ποτήριον του κυρίου αναξίως ένοχος έσται του σώματος και αίματος του κυρίου 28δοκιμαζέτω δε άνθρωπος εαυτόν και ούτως εκ του άρτου εσθιέτω και εκ του ποτηρίου πινέτω 29ο γαρ εσθίων και πίνων αναξίως κρίμα εαυτώ εσθίει και πίνει μη διακρίνων το σώμα του κυρίου 30διά τούτο εν υμίν πολλοί ασθενείς και άρρωστοι και κοιμώνται ικανοί 31ει γαρ εαυτούς διεκρίνομεν ουκ αν εκρινόμεθα 32κρινόμενοι δε υπό του κυρίου παιδευόμεθα ίνα μη συν τω κόσμω κατακριθώμεν 33ώστε αδελφοί μου συνερχόμενοι εις το φαγείν αλλήλους εκδέχεσθε 34ει δε τις πεινά εν οίκω εσθιέτω ίνα μη εις κρίμα συνέρχησθε το δε λοιπά ως αν έλθω διατάξομαι
Copyright information for ABPGRK