1 Corinthians 12

CHAPTER 12

Concerning the Divisions of the Spirituals

περί δε των πνευματικών αδελφοί ου θέλω υμάς αγνοείν οίδατε ότι ότε έθνη ήτε προς τα είδωλα τα άφωνα ως αν ήγεσθε απαγόμενοι διό γνωρίζω υμίν ότι ουδείς εν πνεύματι θεού λαλών λέγει ανάθεμα Ιησούν και ουδείς δύναται ειπείν κύριον Ιησούν ει μη εν πνεύματι αγίω διαιρέσεις δε χαρισμάτων εισί το δε αυτό πνεύμα και διαιρέσεις διακονιών εισί και ο αυτός κύριος και διαιρέσεις ενεργημάτων εισίν ο δε αυτός εστι θεός ο ενεργών τα πάντα εν πάσιν εκάστω δε δίδοται η φανέρωσις του πνεύματος προς το συμφέρον ω μεν γαρ διά του πνεύματος δίδοται λόγος σοφίας άλλω δε λόγος γνώσεως κατά το αυτό πνεύμα ετέρω δε πίστις εν τω αυτώ πνεύματι άλλω δε χαρίσματα ιαμάτων εν τω αυτώ πνεύματι 10 άλλω δε ενεργήματα δυνάμεων άλλω δε προφητεία άλλω δε διακρίσεις πνευμάτων ετέρω δε γένη γλωσσών άλλω δε ερμηνεία γλωσσών 11 πάντα δε ταύτα ενεργεί το εν και το αυτό πνεύμα διαιρούν ιδία εκάστω καθώς βούλεται

One Body, Many Members

12 καθάπερ γαρ το σώμα εν εστι και μέλη έχει πολλά πάντα δε τα μέλη του σώματος του ενός πολλά όντα εν εστι σώμα ούτω και ο χριστός 13 και γαρ εν ενί πνεύματι ημείς πάντες εις εν σώμα εβαπτίσθημεν είτε Ιουδαίοι είτε Έλληνες είτε δούλοι είτε ελεύθεροι και πάντες εις εν πνεύμα εποτίσθημεν 14 και γαρ το σώμα ουκ έστιν εν μέλος αλλά πολλά 15 εάν είπη ο πους ότι ουκ ειμί χειρ ουκ ειμί εκ του σώματος ου παρά τούτο ουκ έστιν εκ του σώματος 16 και εάν είπη το ους ότι ουκ ειμί οφθαλμός ουκ ειμί εκ του σώματος ου παρά τούτο ουκ έστιν εκ του σώματος 17 ει όλον το σώμα οφθαλμός που η ακοή ει όλον ακοή που η όσφρησις 18 νυνί δε ο θεός έθετο τα μέλη εν έκαστον αυτών εν τω σώματι καθώς ηθέλησεν 19 ει δε ην τα πάντα εν μέλος που το σώμα 20 νυν δε πολλά μεν μέλη εν δε σώμα 21 ου δύναται δε οφθαλμός ειπείν τη χειρί χρείαν σου ουκ έχω η πάλιν η κεφαλή τοις ποσί χρείαν υμών ουκ έχω 22 αλλά πολλώ μάλλον τα δοκούντα μέλη του σώματος ασθενέστερα υπάρχειν αναγκαίά εστι 23 και α δοκούμεν ατιμότερα είναι του σώματος τούτοις τιμήν περισσοτέραν περιτίθεμεν και τα ασχήμονα ημών ευσχημοσύνην περισσοτέραν έχει 24 τα δε ευσχήμονα ημών ου χρείαν έχει αλλ΄ ο θεός συνεκέρασε το σώμα τω υστερούντι περισσοτέραν δους τιμήν 25 ίνα μη η σχίσμα εν τω σώματι αλλά το αυτό υπέρ αλλήλων μεριμνώσι τα μέλη 26 και είτε πάσχει εν μέλος συμπάσχει πάντα τα μέλη είτε δοξάζεται εν μέλος συγχαίρει πάντα τα μέλη 27 υμείς δε εστε σώμα χριστού και μέλη εκ μέρους 28 και ους μεν έθετο ο θεός εν τη εκκλησία πρώτον αποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους έπειτα δυνάμεις είτα χαρίσματα ιαμάτων αντιλήψεις κυβερνήσεις γένη γλωσσών 29 μη πάντες απόστολοι μη πάντες προφήται μη πάντες διδάσκαλοι μη πάντες δυνάμεις 30 μη πάντες χαρίσματα έχουσιν ιαμάτων μη πάντες γλώσσαις λαλουσί μη πάντες διερμηνεύουσιν 31 ζηλούτε δε τα χαρίσματα τα κρείττονα και έτι καθ΄ υπερβολήν οδόν υμίν δείκνυμι
Copyright information for ABPGRK