1 Corinthians 13

CHAPTER 13

The Preeminence of Love

1εάν ταις γλώσσαις των ανθρώπων λαλώ και των αγγέλων αγάπην δε μη έχω γέγονα χαλκός ηχών η κύμβαλον αλαλάζον 2και εάν έχω προφητείαν και ειδώ τα μυστήρια πάντα και πάσαν την γνώσιν και εάν έχω πάσαν την πίστιν ώστε όρη μεθιστάνειν αγάπην δε μη έχω ουθέν ειμι 3και εάν ψωμίσω πάντα τα υπάρχοντά μου και εάν παραδώ το σώμά μου ίνα καυθήσωμαι αγάπην δε μη έχω ουδέν ωφελούμαι 4η αγάπη μακροθυμεί χρηστεύεται η αγάπη ου ζηλοί η αγάπη ου περπερεύεται ου φυσιούται 5ουκ ασχημονεί ου ζητεί τα εαυτής ου παροξύνεται ου λογίζεται το κακόν 6ου χαίρει επί τη αδικία συγχαίρει δε τη αληθεία 7πάντα στέγει πάντα πιστεύει πάντα ελπίζει πάντα υπομένει 8η αγάπη ουδέποτε εκπίπτει είτε δε προφητείαι καταργηθήσονται είτε γλώσσαι παύσονται είτε γνώσις καταργηθήσεται 9εκ μέρους δε γινώσκομεν και εκ μέρους προφητεύομεν 10όταν δε έλθη το τέλειον τότε το εκ μέρους καταργηθήσεται 11ότε ήμην νήπιος ως νήπιος ελάλουν ως νήπιος εφρόνουν ως νήπιος ελογιζόμην ότε δε γέγονα ανήρ κατήργηκα τα του νηπίου 12βλέπομεν γαρ άρτι δι΄ εσόπτρου εν αινίγματι τότε δε πρόσωπον προς πρόσωπον άρτι γινώσκω εκ μέρους τότε δε επιγνώσομαι καθώς και επεγνώσθην 13νυνί δε μένει πίστις ελπίς αγάπη τα τρία ταύτα μείζων δε τούτων η αγάπη
Copyright information for ABPGRK