1 Corinthians 14

CHAPTER 14

Concerning Prophecy and Languages

1διώκετε την αγάπην ζηλούτε δε τα πνευματικά μάλλον δε ίνα προφητεύητε 2ο γαρ λαλών γλώσση ουκ ανθρώποις λαλεί αλλά τω θεώ ουδείς γαρ ακούει πνεύματι δε λαλεί μυστήρια 3ο δε προφητεύων ανθρώποις λαλεί οικοδομήν και παράκλησιν και παραμυθίαν 4ο λαλών γλώσση εαυτόν οικοδομεί ο δε προφητεύων εκκλησίαν οικοδομεί 5θέλω δε πάντας υμάς λαλείν γλώσσαις μάλλον δε ίνα προφητεύητε μείζων γαρ ο προφητεύων η ο λαλών γλώσσαις εκτός ει μη διερμηνεύει ίνα η εκκλησία οικοδομήν λάβη 6νυνί δε αδελφοί εάν έλθω προς υμάς γλώσσαις λαλών τι υμάς ωφελήσω εάν μη υμίν λαλήσω η εν αποκαλύψει η εν γνώσει η εν προφητεία η εν διδαχή 7όμως τα άψυχα φωνήν διδόντα είτε αυλός είτε κιθάρα εάν διαστολήν τοις φθόγγοις μη δω πως γνωσθήσεται το αυλούμενον η το κιθαριζόμενον 8και γαρ εάν άδηλον φωνήν σάλπιγξ δω τις παρασκευάσεται εις πόλεμον 9ούτως και υμείς διά της γλώσσης εάν μη εύσημον λόγον δώτε πως γνωσθήσεται το λαλούμενον έσεσθε γαρ εις αέρα λαλούντες 10τοσαύτα ει τύχοι γένη φωνών εστίν εν κόσμω και ουδέν αυτών άφωνον 11εάν ούν μη ειδώ την δύναμιν της φωνής έσομαι τω λαλούντι βάρβαρος και ο λαλών εν εμοί βάρβαρος 12ούτω και υμείς επεί ζηλωταί εστε πνευμάτων προς την οικοδομήν της εκκλησίας ζητείτε ίνα περισσεύητε 13διόπερ ο λαλών γλώσση προσευχέσθω ίνα διερμηνεύη 14εάν γαρ προσεύχωμαι γλώσση το πνεύμά μου προσεύχεται ο δε νους μου άκαρπός εστι 15τι ούν εστί προσεύξομαι τω πνεύματι προσεύξομαι δε και τω νοϊ ψαλώ τω πνεύματι ψαλώ δε και τω νοϊ 16επεί εάν ευλογήσης τω πνεύματι ο αναπληρών τον τόπον του ιδιώτου πως ερεί το αμήν επί τη ση ευχαριστία επειδή τι λέγεις ουκ οίδε 17συ μεν γαρ καλώς ευχαριστείς αλλ΄ ο έτερος ουκ οικοδομείται 18ευχαριστώ τω θεώ μου πάντων υμών μάλλον γλώσσαις λαλών 19αλλ΄ εν εκκλησία θέλω πέντε λογούς διά του νοός μου λαλήσαι ίνα και άλλους κατηχήσω η μυρίους λόγους εν γλώσση 20αδελφοί μη παιδία γίνεσθε ταις φρεσίν αλλά τη κακία νηπιάζετε ταις δε φρεσί τέλειοι γίνεσθε 21εν τω νόμω γέγραπται ότι εν ετερογλώσσοις και εν χείλεσιν ετέροις λαλήσω τω λαώ τούτω και ουδ΄ ούτως εισακούσονταί μου λέγει κύριος 22ώστε αι γλώσσαι εις σημείόν εισιν ου τοις πιστεύουσιν αλλά τοις απίστοις η δε προφητεία ου τοις απίστοις αλλά τοις πιστεύουσιν 23εάν ούν συνέλθη η εκκλησία όλη επί το αυτό και πάντες γλώσσαις λαλώσιν εισέλθωσι δε ιδιώται η άπιστοι ουκ ερούσιν ότι μαίνεσθε 24εάν δε πάντες προφητεύωσιν εισέλθη δε τις άπιστος η ιδιώτης ελέγχεται υπό πάντων ανακρίνεται υπό πάντων 25και ούτω τα κρυπτά της καρδίας αυτού φανερά γίνεται και ούτω πεσών επί πρόσωπον προσκυνήσει τω θεώ απαγγέλλων ότι ο θεός όντως εν υμίν εστί 26τι ούν εστιν αδελφοί όταν συνέρχησθε έκαστος υμών ψαλμόν έχει διδαχήν έχει γλώσσαν έχει αποκάλυψιν έχει ερμηνείαν έχει πάντα προς οικοδομήν γενέσθω 27είτε γλώσση τις λαλεί κατά δύο η το πλείστον τρεις και ανά μέρος και εις διερμηνευέτω 28εάν δε μη η διερμηνευτής σιγάτω εν εκκλησία εαυτώ δε λαλείτω και τω θεώ 29προφήται δε δύο η τρεις λαλείτωσαν και οι άλλοι διακρινέτωσαν 30εάν δε άλλω αποκαλυφθή καθημένω ο πρώτος σιγάτω 31δύνασθε γαρ καθ΄ ένα πάντες προφητεύειν ίνα πάντες μανθάνωσιν και πάντες παρακαλώνται 32και πνεύματα προφητών προφήταις υποτάσσεται 33ου γαρ εστιν ακαταστασίας ο θεός αλλ΄ ειρήνης ως εν πάσαις ταις εκκλησίαις των αγίων 34αι γυναίκες υμών εν ταις εκκλησίαις σιγάτωσαν ου γαρ επιτέτραπται αυταίς λαλείν αλλ΄ υποτάσσεσθαι καθώς και ο νόμος λέγει 35ει δε τι μαθείν θέλουσιν εν οίκω τους ιδίους άνδρας επερωτάτωσαν αισχρόν γαρ εστι γυναιξίν εν εκκλησία λαλείν 36η αφ΄ υμών ο λόγος του θεού εξήλθεν η εις υμάς μόνους κατήντησεν 37ει τις δοκεί προφήτης είναι η πνευματικός επιγινωσκέτω α γράφω υμίν ότι κυρίου εισίν εντολαί 38ει δε τις αγνοεί αγνοείτω 39ώστε αδελφοί ζηλούτε το προφητεύειν και το λαλείν γλώσσαις μη κωλύετε 40πάντα ευσχημόνως και κατά τάξιν γινέσθω
Copyright information for ABPGRK