1 Corinthians 15

CHAPTER 15

The Good News

γνωρίζω δε υμίν αδελφοί το ευαγγέλιον ο ευηγγελισάμην υμίν ο και παρελάβετε εν ω και εστήκατε δι΄ ου και σώζεσθε τίνι λόγω ευηγγελισάμην υμίν ει κατέχετε εκτός ει μη εική επιστεύσατε παρέδωκα γαρ υμίν εν πρώτοις ο και παρέλαβον ότι χριστός απέθανεν υπέρ των αμαρτιών ημών κατά τας γραφάς και ότι ετάφη και ότι εγήγερται τη τρίτη ημέρα κατά τας γραφάς και ότι ώφθη Κηφά είτα τοις δώδεκα έπειτα ώφθη επάνω πεντακοσίοις αδελφοίς εφάπαξ εξ ων οι πλείους μένουσιν έως άρτι τινές δε και εκοιμήθησαν έπειτα ώφθη Ιακώβω είτα τοις αποστόλοις πάσιν έσχατον δε πάντων ωσπερί τω εκτρώματι ώφθη καμοί εγώ γαρ ειμι ο ελάχιστος των αποστόλων ος ουκ ειμί ικανός καλείσθαι απόστολος διότι εδίωξα την εκκλησίαν του θεού 10 χάριτι δε θεού ειμί ο ειμι και η χάρις αυτού η εις εμέ ου κενή εγενήθη αλλά περισσότερον αυτών πάντων εκοπίασα ουκ εγώ δε αλλ΄ η χάρις του θεού η συν εμοί 11 είτε ούν εγώ είτε εκείνοι ούτω κηρύσσομεν και ούτως επιστεύσατε 12 ει δε χριστός κηρύσσεται ότι εκ νεκρών εγήγερται πως λέγουσί τινες εν υμίν ότι ανάστασις νεκρών ουκ έστιν 13 ει δε ανάστασις νεκρών ουκ έστιν ουδέ χριστός εγήγερται 14 ει δε χριστός ουκ εγήγερται κενόν άρα το κήρυγμα ημών κενή δε και η πίστις υμών 15 ευρισκόμεθα δε και ψευδομάρτυρες του θεού ότι εμαρτυρήσαμεν κατά του θεού ότι ήγειρε τον χριστόν ον ουκ ήγειρεν είπερ άρα νεκροί ουκ εγείρονται 16 ει γαρ νεκροί ουκ εγείρονται ουδέ χριστός εγήγερται 17 ει δε χριστός ουκ εγήγερται ματαία η πίστις υμών έτι εστέ εν ταις αμαρτίαις υμών 18 άρα και οι κοιμηθέντες εν χριστώ απώλοντο 19 ει εν τη ζωή ταύτη ηλπικότες εσμέν εν χριστώ μόνον ελεεινότεροι πάντων ανθρώπων εσμέν 20 νυνί δε χριστός εγήγερται εκ νεκρών απαρχή των κεκοιμημένων εγένετο 21 επειδή γαρ δι΄ ανθρώπου ο θάνατος και δι΄ ανθρώπου ανάστασις νεκρών 22 ώσπερ γαρ εν τω Αδάμ πάντες αποθνήσκουσιν ούτω και εν τω χριστώ πάντες ζωοποιηθήσονται 23 έκαστος δε εν τω ιδίω τάγματι απαρχή χριστός έπειτα οι του χριστού εν τη παρουσία αυτού 24 είτα το τέλος όταν παραδώ την βασιλείαν τω θεώ και πατρί όταν καταργήση πάσαν αρχήν και πάσαν εξουσίαν και δύναμιν 25 δει γαρ αυτόν βασιλεύειν άχρις ου αν θη πάντας τους εχθρούς υπό τους πόδας αυτού 26 έσχατος εχθρός καταργείται ο θάνατος 27 πάντα γαρ υπέταξεν υπό τους πόδας αυτού όταν δε είπη ότι πάντα υποτέτακται δήλον ότι εκτός του υποτάξαντος αυτώ τα πάντα 28 όταν δε υποταγή αυτώ τα πάντα τότε και αυτός ο υιός υποταγήσεται τω υποτάξαντι αυτώ τα πάντα ίνα η ο θεός τα πάντα εν πάσιν 29 επεί τι ποιήσουσιν οι βαπτιζόμενοι υπέρ των νεκρών ει όλως νεκροί ουκ εγείρονται τι και βαπτίζονται υπέρ των νεκρών 30 τι και ημείς κινδυνεύομεν πάσαν ώραν 31 καθ΄ ημέραν αποθνήσκω νη την υμετέραν καύχησιν ην έχω εν χριστώ Ιησού τω κυρίω ημών 32 ει κατά άνθρωπον εθηριομάχησα εν Εφέσω τι μοι το όφελος ει νεκροί ουκ εγείρονται φάγωμεν και πίωμεν αύριον γαρ αποθνήσκομεν 33 μη πλανάσθε φθείρουσιν ήθη χρηστά ομιλίαι κακαί 34 εκνήψατε δικαίως και μη αμαρτάνετε αγνωσίαν γαρ θεού τινές έχουσι προς εντροπήν υμίν λέγω

A Glorious Body

35 αλλ΄ ερεί τις πως εγείρονται οι νεκροί ποίω δε σώματι έρχονται 36 άφρον συ ο σπείρεις ου ζωοποιείται εάν μη αποθάνη 37 και ο σπείρεις ου το σώμα το γενησόμενον σπείρεις αλλά γυμνόν κόκκον ει τύχοι σίτου η τινος των λοιπών 38 ο δε θεός αυτώ δίδωσι σώμα καθώς ηθέλησε και εκάστω των σπερμάτων το ίδιον σώμα 39 ου πάσα σαρξ η αυτή σαρξ αλλά άλλη μεν σαρξ ανθρώπων άλλη δε σαρξ κτηνών άλλη δε ιχθύων άλλη δε πετεινών 40 και σώματα επουρανία και σώματα επίγεια αλλ΄ ετέρα μεν η των επουρανίων δόξα ετέρα δε η των επιγείων 41 άλλη δόξα ηλίου και άλλη δόξα σελήνης και άλλη δόξα αστέρων αστήρ γαρ αστέρος διαφέρει εν δόξη 42 ούτω και η ανάστασις των νεκρών σπείρεται εν φθορά εγείρεται εν αφθαρσία 43 σπείρεται εν ατιμία εγείρεται εν δόξη σπείρεται εν ασθενεία εγείρεται εν δυνάμει 44 σπείρεται σώμα ψυχικόν εγείρεται σώμα πνευματικόν έστι σώμα ψυχικόν και έστι σώμα πνευματικόν 45 ούτω και γέγραπται εγένετο ο πρώτος άνθρωπος Αδάμ εις ψυχήν ζώσαν ο έσχατος Αδάμ εις πνεύμα ζωοποιούν 46 αλλ΄ ου πρώτον το πνευματικόν αλλά το ψυχικόν έπειτα το πνευματικόν 47 ο πρώτος άνθρωπος εκ γης χοϊκός ο δεύτερος άνθρωπος ο κύριος εξ ουρανού 48 οίος ο χοϊκός τοιούτοι και οι χοϊκοί και οίος ο επουρανίος τοιούτοι και οι επουρανίοι 49 και καθώς εφορέσαμεν την εικόνα του χοϊκού φορεσόμεν και την εικόνα του επουρανίου 50 τούτο δε φημι αδελφοί ότι σαρξ και αίμα βασιλείαν θεού κληρονομήσαι ου δύνανται ουδέ η φθορά την αφθαρσίαν κληρονομεί 51 ιδού μυστήριον υμίν λέγω πάντες μεν ου κοιμηθησόμεθα πάντες δε αλλαγησόμεθα 52 εν ατόμω εν ριπή οφθαλμού εν τη εσχάτη σάλπιγγι σαλπίσει γαρ και οι νεκροί εγερθήσονται άφθαρτοι και ημείς αλλαγησόμεθα 53 δει γαρ το φθαρτόν τούτου ενδύσασθαι αφθαρσίαν και το θνητόν τούτο ενδύσαθαι αθανασίαν 54 όταν δε το φθαρτόν τούτο ενδύσηται αφθαρσίαν και το θνητόν τούτο ενδύσηται αθανασίαν τότε γενήσεται ο λόγος ο γεγραμμένος κατεπόθη ο θάνατος εις νίκος 55 που σου θάνατε το κέντρον που σου άδη το νίκος 56 το δε κέντρον του θανάτου η αμαρτία η δε δύναμις της αμαρτίας ο νόμος 57 τω δε θεώ χάρις τω διδόντι ημίν το νίκος διά του κυρίου ημών Ιησού χριστού 58 ώστε αδελφοί μου αγαπητοί εδραίοι γίνεσθε αμετακίνητοι περισσεύοντες εν τω έργω του κυρίου πάντοτε ειδότες ότι ο κόπος υμών ουκ έστι κενός εν κυρίω
Copyright information for ABPGRK