1 Corinthians 16

CHAPTER 16

Concerning the Collection

περί δε της λογίας της εις τους αγίους ώσπερ διέταξα ταις εκκλησίαις της Γαλατίας ούτω και υμείς ποιήσατε κατά μίαν σαββάτων έκαστος υμών παρ΄ εαυτώ τιθέτω θησαυρίζων ο τι αν ευοδώται ίνα μη όταν έλθω τότε λογίαι γίνωνται όταν δε παραγένωμαι ους εάν δοκιμάσητε δι΄ επιστολών τούτους πέμψω απενεγκείν την χάριν υμών εις Ιερουσαλήμ εάν δε η άξιον του καμέ πορεύεσθαι συν εμοί πορεύσονται ελεύσομαι δε προς υμάς όταν Μακεδονίαν διέλθω Μακεδονίαν γαρ διέρχομαι προς υμάς δε τυχόν παραμενώ η και παραχειμάσω ίνα υμείς με προπέμψητε ου εάν πορεύωμαι ου θέλω γαρ υμάς άρτι εν παρόδω ιδείν ελπίζω δε χρόνον τινά επιμείναι προς υμάς εάν ο κύριος επιτρέπη επιμενώ δε εν Εφέσω έως της πεντηκοστής θύρα γαρ μοι ανέωγε μεγάλη και ενεργής και αντικείμενοι πολλοί 10 εάν δε έλθη Τιμόθεος βλέπετε ίνα αφόβως γένηται προς υμάς το γαρ έργον κυρίου εργάζεται ως και εγώ 11 μη τις ούν αυτόν εξουθενήση προπέμψατε δε αυτόν εν ειρήνη ίνα έλθη προς με εκδέχομαι γαρ αυτόν μετά των αδελφών 12 περί δε Απολλώ του αδελφού πολλά παρεκάλεσα αυτόν ίνα έλθη προς υμάς μετά των αδελφών και πάντως ουκ ην θέλημα ίνα νυν έλθη ελεύσεται δε όταν ευκαιρήση

Final Exhortations

13 γρηγορείτε στήκετε εν τη πίστει ανδρίζεσθε κραταιούσθε 14 πάντα υμών εν αγάπη γινέσθω 15 παρακαλώ δε υμάς αδελφοί οίδατε την οικίαν Στεφανά ότι εστίν απαρχή της Αχαϊας και εις διακονίαν τοις αγίοις έταξαν εαυτούς 16 ίνα και υμείς υποτάσσησθε τοις τοιούτοις και παντί τω συνεργούντι και κοπιώντι 17 χαίρω δε επί τη παρουσία Στεφανά και Φουρτουνάτου και Αχαϊκου ότι το υμών υστέρημα ούτοι ανεπλήρωσαν 18 ανέπαυσαν γαρ το εμόν πνεύμα και το υμών επιγινώσκετε ούν τους τοιούτους 19 ασπάζονται υμάς αι εκκλησίαι της Ασίας ασπάζονται υμάς εν κυρίω πολλά Ακύλας και Πρίσκιλλα συν τη κατ΄ οίκον αυτών εκκλησία 20 ασπάζονται υμάς οι αδελφοί πάντες ασπάσασθε αλλήλους εν φιλήματι αγίω 21 ο ασπασμός τη εμή χειρί Παύλου 22 ει τις ου φιλεί τον κύριον Ιησούν χριστόν ήτω ανάθεμα μαραναθά 23 η χάρις του κυρίου Ιησού χριστού μεθ΄ υμών 24 η αγάπη μου μετά πάντων υμών εν χριστώ Ιησού αμήν
Copyright information for ABPGRK