1 Corinthians 2

CHAPTER 2

The Wisdom of God Revealed

1καγώ ελθών προς υμάς αδελφοί ήλθον ου καθ΄ υπεροχήν λόγου η σοφίας καταγγέλλων υμίν το μαρτύριον του θεού 2ου γαρ έκρινα του ειδέναι τι εν υμίν ει μη Ιησούν χριστόν και τούτον εσταυρωμένον 3και εγώ εν ασθενεία και εν φόβω και εν τρόμω πολλώ εγενόμην προς υμάς 4και ο λόγος μου και το κήρυγμά μου ουκ εν πειθοίς ανθρωπίνης σοφίας λόγοις αλλ΄ εν αποδείξει πνεύματος και δυνάμεως 5ίνα η πίστις υμων μη η εν σοφία ανθρώπων αλλ΄ εν δυνάμει θεού 6σοφίαν δε λαλούμεν εν τοις τελείοις σοφίαν δε ου του αιώνος τούτου ουδέ των αρχόντων του αιώνος τούτου των καταργουμένων 7αλλά λαλούμεν σοφίαν θεού εν μυστηρίω την αποκεκρυμμένην ην προώρισεν ο θεός προ των αιώνων εις δόξαν ημών 8ην ουδείς των αρχόντων του αιώνος τούτου έγνωκεν ει γαρ έγνωσαν ουκ αν τον κύριον της δόξης εσταύρωσαν 9αλλ΄ καθώς γέγραπται α οφθαλμός ουκ είδε και ους ουκ ήκουσε και επί καρδίαν ανθρώπου ουκ ανέβη α ητοίμασεν ο θεός τοις αγαπώσιν αυτόν 10ημίν δε ο θεός απεκάλυψε διά του πνεύματος αυτού το γαρ πνεύμα πάντα ερευνά και τα βάθη του θεού 11τις γαρ οίδεν ανθρώπων τα του ανθρώπου ει μη το πνεύμα του ανθρώπου το εν αυτώ ούτως και τα του θεού ουδείς οίδεν ει μη το πνεύμα του θεού 12ημείς δε ου το πνεύμα του κόσμου ελάβομεν αλλά το πνεύμα το εκ του θεού ίνα ειδώμεν τα υπό του θεού χαρισθέντα ημίν 13α και λαλούμεν ουκ εν διδακτοίς ανθρωπίνης σοφίας λόγοις αλλ΄ εν διδακτοίς πνεύματος αγίου πνευματικοίς πνευματικά συγκρίνοντες 14ψυχικός δε άνθρωπος ου δέχεται τα του πνεύματος του θεού μωρία γαρ αυτώ εστι και ου δύναται γνώναι ότι πνευματικώς ανακρίνεται 15ο δε πνευματικός ανακρίνει μεν πάντα αυτός δε υπ΄ ουδενός ανακρίνεται 16τις γαρ έγνω νουν κυρίου ος συμβιβάσει αυτόν ημείς δε νουν χριστού έχομεν
Copyright information for ABPGRK