1 Corinthians 3

CHAPTER 3

Divisions among the Brethren

και εγώ αδελφοί ουκ ηδυνήθην λαλήσαι υμίν ως πνευματικοίς αλλ΄ ως σαρκικοίς ως νηπίοις εν χριστώ γάλα υμάς επότισα και ου βρώμα ούπω γαρ εδύνασθε αλλ΄ ούτε έτι νυν δύνασθε έτι γαρ σαρκικοί εστε όπου γαρ εν υμίν ζήλος και έρις και διχοστασίαι ουχί σαρκικοί εστε και κατά άνθρωπον περιπατείτε όταν γαρ λέγη τις εγώ μεν ειμι Παύλου έτερος δε εγώ Απολλώ ουχί σαρκικοί εστε τις ούν εστι Παύλος τις δε Απολλώς αλλ΄ η διάκονοι δι΄ ων επιστεύσατε και εκάστω ως ο κύριος έδωκεν εγώ εφύτευσα Απολλώς επότισεν αλλ΄ ο θεός ηύξανεν ώστε ούτε ο φυτεύων εστί τι ούτε ο ποτίζων αλλ΄ ο αυξάνων θεός ο φυτεύων δε και ο ποτίζων εν εισιν έκαστος δε τον ίδιον μισθόν λήψεται κατά τον ίδιον κόπον θεού γαρ εσμεν συνεργοί θεού γεώργιον θεού οικοδομή εστε

Jesus is the Foundation

10 κατά την χάριν του θεού την δοθείσάν μοι ως σοφός αρχιτέκτων θεμέλιον τέθεικα άλλος δε εποικοδομεί έκαστος δε βλεπέτω πως εποικοδομεί 11 θεμέλιον γαρ άλλον ουδείς δύναται θείναι παρά τον κείμενον ος εστιν Ιησούς χριστός 12 ει δε τις εποικοδομεί επί τον θεμέλιον τούτον χρυσόν άργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην 13 εκάστου το έργον φανερόν γενήσεται η γαρ ημέρα δηλώσει ότι εν πυρί αποκαλύπτεται και εκάστου το έργον οποίόν εστι το πυρ δοκιμάσει 14 ει τινος το έργον μένει ο επωκοδόμησεν μισθόν λήψεται 15 ει τινος το έργον κατακαήσεται ζημιωθήσεται αυτός δε σωθήσεται ούτως δε ως διά πυρός

The Temple of God

16 ουκ οίδατε ότι ναός θεού εστε και το πνεύμα του θεού οικεί εν υμίν 17 ει τις τον ναόν του θεού φθείρει φθερεί τούτον ο θεός ο γαρ ναός του θεού άγιός εστιν οίτινές εστε υμείς 18 μηδείς εαυτόν εξαπατάτω ει τις δοκεί σοφός είναι εν υμίν εν τω αιώνι τούτω μωρός γενέσθω ίνα γένηται σοφός 19 η γαρ σοφία του κόσμου τούτου μωρία παρά τω θεώ εστι γέγραπται γαρ ο δρασσόμενος τους σοφούς εν τη πανουργία αυτών 20 και πάλιν κύριος γινώσκει τους διαλογισμούς των σοφών ότι εισί μάταιοι 21 ώστε μηδείς καυχάσθω εν ανθρώποις πάντα γαρ υμών εστιν 22 είτε Παύλος είτε Απολλώς είτε Κηφάς είτε κόσμος είτε ζωή είτε θάνατος είτε ενεστώτα είτε μέλλοντα πάντα υμών εστιν 23 υμείς δε χριστού χριστός δε θεού
Copyright information for ABPGRK