1 Corinthians 4

CHAPTER 4

Servants of Christ

1ούτως ημάς λογιζέσθω άνθρωπος ως υπηρέτας χριστού και οικονόμους μυστηρίων θεού 2ο δε λοιπόν ζητείται εν τοις οικονόμοις ίνα πιστός τις ευρεθή 3εμοί δε εις ελάχιστόν εστιν ίνα υφ΄ υμών ανακριθώ η υπό ανθρωπίνης ημέρας αλλ΄ ουδέ εμαυτόν ανακρίνω 4ουδέν γαρ εμαυτώ σύνοιδα αλλ΄ ουκ εν τούτω δεδικαίωμαι ο δε ανακρίνων με κύριός εστιν 5ώστε μη προ καιρού τι κρίνετε έως αν έλθη ο κύριος ος και φωτίσει το κρυπτά του σκότους και φανερώσει τας βουλάς των καρδιών και τότε ο έπαινος γενήσεται εκάστω από του θεού

Paul Questions Motives

6ταύτα δε αδελφοί μετεσχημάτισα εις εμαυτόν και Απολλώ δι΄ υμάς ίνα εν ημίν μάθητε το μη υπέρ ο γέγραπται φρονείν ίνα μη εις υπέρ του ενός φυσιούσθε κατά του ετέρου 7τις γαρ σε διακρίνει τι δε έχεις ο ουκ έλαβες ει δε και έλαβες τι καυχάσαι ως μη λαβών 8ήδη κεκορεσμένοι εστέ ήδη επλουτήσατε χωρίς ημών εβασιλεύσατε και όφελον γε εβασιλεύσατε ίνα και ημείς υμίν συμβασιλεύσωμεν 9δοκώ γαρ ότι ο θεός ημάς αποστόλους εσχάτους απέδειξεν ως επιθανατίους ότι θέατρον εγενήθημεν τω κόσμω και αγγέλοις και ανθρώποις 10ημείς μωροί διά χριστόν υμείς δε φρόνιμοι εν χριστώ ημείς ασθενείς υμείς δε ισχυροί υμείς ένδοξοι ημείς δε άτιμοι

Afflictions of the Apostles

11άχρι της άρτι ώρας και πεινώμεν και διψώμεν και γυμνητεύομεν και κολαφιζόμεθα και αστατούμεν 12και κοπιώμεν εργαζόμενοι ταις ιδίαις χερσί λοιδορούμενοι ευλογούμεν διωκόμενοι ανεχόμεθα 13βλασφημούμενοι παρακαλούμεν ως περικαθάρματα του κόσμου εγενήθημεν πάντων περίψημα έως άρτι 14ουκ εντρέπων υμάς γράφω ταύτα αλλ΄ ως τέκνα μου αγαπητά νουθετώ 15εάν γαρ μυρίους παιδαγωγούς έχητε εν χριστώ αλλ΄ ου πολλούς πατέρας εν γαρ χριστώ Ιησού διά του ευαγγελίου εγώ υμάς εγέννησα 16παρακαλώ ουν υμάς μιμηταί μου γίνεσθε 17διά τούτο έπεμψα υμίν Τιμόθεον ος εστι τέκνον μου αγαπητόν και πιστόν εν κυρίω ος υμάς αναμνήσει τας οδούς μου τας εν χριστώ καθώς πανταχού εν πάση εκκλησία διδάσκω 18ως μη ερχομένου δε μου προς υμάς εφυσιώθησάν τινες 19ελεύσομαι δε ταχέως προς υμάς εάν ο κύριος θελήση και γνώσομαι ου τον λόγον των πεφυσιωμένων αλλά την δύναμιν 20ου γαρ εν λόγω η βασιλεία του θεού αλλ΄ εν δυνάμει 21τι θέλετε εν ράβδω έλθω προς υμάς η εν αγάπη πνεύματί τε πραότητος
Copyright information for ABPGRK