1 Corinthians 5

CHAPTER 5

Reports of Immorality

1όλως ακούεται εν υμίν πορνεία και τοιαύτη πορνεία ήτις ουδέ εν τοις έθνεσιν ονομάζεται ώστε γυναίκά τινα του πατρός έχειν 2και υμείς πεφυσιωμένοι εστέ και ουχί μάλλον επενθήσατε ίνα εξαρθή εκ μέσου υμών ο το έργον τούτο ποιήσας 3εγώ μεν γαρ ως απών τω σώματι παρών δε τω πνεύματι ήδη κέκρικα ως παρών τον ούτω τούτο κατεργασάμενον 4εν τω ονόματι του κυρίου ημών Ιησού χριστού συναχθέντων υμών και του εμού πνεύματος συν τη δυνάμει του κυρίου ημών Ιησού χριστού 5παραδούναι τον τοιούτον τω Σατανά εις όλεθρον της σαρκός ίνα το πνεύμα σωθή εν τη ημέρα του κυρίου Ιησού 6ου καλόν το καύχημα υμών ουκ οίδατε ότι μικρά ζύμη όλον το φύραμα ζυμοί 7εκκαθάρατε ούν την παλαιάν ζύμην ίνα ήτε νέον φύραμα καθώς εστε άζυμοι και γαρ το πάσχα ημών υπέρ ημών ετύθη χριστός 8ώστε εορτάζωμεν μη εν ζύμη παλαιά μηδέ εν ζύμη κακίας και πονηρίας αλλ΄ εν αζύμοις ειλικρινείας και αληθείας 9έγραψα υμίν εν τη επιστολή μη συναναμίγνυσθαι πόρνοις 10και ου πάντως τοις πόρνοις του κόσμου τούτου η τοις πλεονέκταις η άρπαξιν η ειδωλολάτραις επεί οφείλετε άρα εκ του κόσμου εξελθείν 11νυνί δε έγραψα υμίν μη συναναμίγνυσθαι εάν τις αδελφός ονομαζόμενος η πόρνος η πλεονέκτης η ειδωλολάτρης η λοίδορος η μέθυσος η άρπαξ τω τοιούτω μηδέ συνεσθίειν 12τι γαρ μοι και τους έξω κρίνειν ουχί τους έσω υμείς κρίνετε 13τους δε έξω ο θεός κρίνει και εξαρείτε τον πονηρόν εξ υμών αυτών
Copyright information for ABPGRK