1 Corinthians 6

CHAPTER 6

Lawsuits among the Saints

τολμά τις υμών πράγμα έχων προς τον έτερον κρίνεσθαι επί των αδίκων και ουχί επί των αγίων ουκ οίδατε ότι οι άγιοι τον κόσμον κρινούσι και ει εν υμίν κρίνεται ο κόσμος ανάξιοί εστε κριτηρίων ελαχίστων ουκ οίδατε ότι αγγέλους κρινούμεν μήτι γε βιωτικά βιωτικά μεν ούν κριτήρια εάν έχητε τους εξουθενημένους εν τη εκκλησία τούτους καθίζετε προς εντροπήν υμίν λέγω ούτως ουκ ένι εν υμίν σοφός ουδέ εις ος δυνήσεται διακρίναι αναμέσον του αδελφού αυτού αλλά αδελφός μετά αδελφού κρίνεται και τούτο επί απίστων ήδη μεν ούν όλως ήττημα εν υμίν εστιν ότι κρίματα έχετε μεθ΄ εαυτών διατί ουχί μάλλον αδικείσθε διατί ουχί μάλλον αποστερείσθε αλλά υμείς αδικείτε και αποστερείτε και ταύτα αδελφούς η ουκ οίδατε ότι άδικοι βασιλείαν θεού ου κληρονομήσουσι μη πλανάσθε ούτε πόρνοι ούτε ειδωλολάτραι ούτε μοιχοί ούτε μαλακοί ούτε αρσενοκοίται 10 ούτε κλέπται ούτε πλεονέκται ούτε μέθυσοι ου λοίδοροι ουχ άρπαγες βασιλείαν θεού κληρονομήσουσιν 11 και ταύτά τινες ήτε αλλά απελούσασθε αλλά ηγιάσθητε αλλά εδικαιώθητε εν τω ονόματι του κυρίου Ιησού και εν τω πνεύματι του θεού ημών

Sexual Immorality

12 πάντα μοι έξεστιν αλλ΄ ου πάντα συμφέρει πάντα μοι έξεστιν αλλ΄ ουκ εγώ εξουσιασθήσομαι υπό τινος 13 τα βρώματα τη κοιλία και η κοιλία τοις βρώμασιν ο δε θεός και ταύτην και ταύτα καταργήσει το δε σώμα ου τη πορνεία αλλά τω κυρίω και ο κύριος τω σώματι 14 ο δε θεός και τον κύριον ήγειρε και ημάς εξεγερεί διά της δυνάμεως αυτού 15 ουκ οίδατε ότι τα σώματα υμών μέλη χριστού εστιν άρας ούν τα μέλη του χριστού ποιήσω πόρνης μέλη μη γένοιτο 16 η ουκ οίδατε ότι ο κολλώμενος τη πόρνη εν σώμά εστιν έσονται γαρ φησίν οι δύο εις σάρκα μίαν 17 ο δε κολλώμενος τω κυρίω εν πνεύμά εστι 18 φεύγετε την πορνείαν παν αμάρτημα ο εάν ποιήση άνθρωπος εκτός του σώματός εστιν ο δε πορνεύων εις το ίδιον σώμα αμαρτάνει 19 η ουκ οίδατε ότι το σώμα υμών ναός του εν υμίν αγίου πνεύματός εστιν ου έχετε από θεού και ουκ εστέ εαυτών 20 ηγοράσθητε γαρ τιμής δοξάσατε δη τον θεόν εν τω σώματι υμών και εν τω πνεύματι υμών άτινά εστι του θεού
Copyright information for ABPGRK