1 Corinthians 7

CHAPTER 7

Concerning Marriage

περί δε ων εγράψατέ μοι καλόν ανθρώπω γυναικός μη άπτεσθαι διά δε τας πορνείας έκαστος την εαυτού γυναίκα εχέτω και εκάστη τον ίδιον άνδρα εχέτω τη γυναικί ο ανήρ την οφειλομένην εύνοιαν αποδιδότω ομοίως δε και η γυνή τω ανδρί η γυνή του ιδίου σώματος ουκ εξουσιάζει αλλ΄ ο ανήρ ομοίως δε και ο ανήρ του ιδίου σώματος ουκ εξουσιάζει αλλ΄ η γυνή μη αποστερείτε αλλήλους ει μη τι αν εκ συμφώνου προς καιρόν ίνα σχολάζητε τη νηστεία και τη προσευχή και πάλιν επί το αυτό συνέρχησθε ίνα μη πειράζη υμάς ο σατανάς διά την ακρασίαν υμών τούτο δε λέγω κατά συγγνώμην ου κατ΄ επιταγήν θέλω γαρ πάντας ανθρώπους είναι ως και εμαυτόν αλλ΄ έκαστος ίδιον χάρισμα έχει εκ θεού ος μεν ούτως ος δε ούτως λέγω δε τοις αγάμοις και ταις χήραις καλόν αυτοίς εστιν εάν μείνωσιν ως καγώ ει δε ουκ εγκρατεύονται γαμησάτωσαν κρείσσον γαρ εστι γαμήσαι η πυρούσθαι 10 τοις δε γεγαμηκόσι παραγγέλλω ουκ εγώ αλλ΄ ο κύριος γυναίκα από ανδρός μη χωρισθήναι 11 εάν δε και χωρισθή μενέτω άγαμος η τω ανδρί καταλλαγήτω και άνδρα γυναίκα μη αφιέναι 12 τοις δε λοιποίς εγώ λέγω ουχ ο κύριος ει τις αδελφός γυναίκα έχει άπιστον και αυτή συνευδοκεί οικείν μετ΄ αυτού μη αφιέτω αυτήν 13 και γυνή ήτις έχει άνδρα άπιστον και αυτός συνευδοκεί οικείν μετ΄ αυτής μη αφιέτω αυτόν 14 ηγίασται γαρ ο ανήρ ο άπιστος εν τη γυναικί και ηγίασται η γυνή η άπιστος εν τω ανδρί επεί άρα τα τέκνα υμών ακάθαρτά εστι νυν δε άγιά εστιν 15 ει δε ο άπιστος χωρίζεται χωριζέσθω ου δεδούλωται ο αδελφός η η αδελφή εν τοις τοιούτοις εν δε ειρήνη κέκληκεν ημάς ο θεός 16 τι γαρ οίδας γύναι ει τον άνδρα σώσεις η τι οίδας άνερ ει την γυναίκα σώσεις

Abiding in the Call

17 ει μη εκάστω ως εμέρισεν ο θεός έκαστον ως κέκληκεν ο κύριος ούτω περιπατείτω και ούτως εν ταις εκκλησίαις πάσαις διατάσσομαι 18 περιτετμημένος τις εκλήθη μη επισπάσθω εν ακροβυστία τις εκλήθη μη περιτεμνέσθω 19 η περιτομή ουδέν εστι και η ακροβυστία ουδέν εστιν αλλά τήρησις εντολών θεού 20 έκαστος εν τη κλήσει η εκλήθη εν ταύτη μενέτω 21 δούλος εκλήθης μη σοι μελέτω αλλ΄ ει και δύνασαι ελεύθερος γενέσθαι μάλλον χρήσαι 22 ο γαρ εν κυρίω κληθείς δούλος απελεύθερος κυρίου εστίν ομοίως και ο ελεύθερος κληθείς δούλός εστι χριστού 23 τιμής ηγοράσθητε μη γίνεσθε δούλοι ανθρώπων 24 έκαστος εν ω εκλήθη αδελφοί εν τούτω μενέτω παρά θεώ

Concerning the Unmarried

25 περί δε των παρθένων επιταγήν κυρίου ουκ έχω γνώμην δε δίδωμι ως ηλεημένος υπό κυρίου πιστός είναι 26 νομίζω ούν τούτο καλόν υπάρχειν διά την ενεστώσαν ανάγκην ότι καλόν ανθρώπω το ούτως είναι 27 δέδεσαι γυναικί μη ζήτει λύσιν λέλυσαι από γυναικός μη ζήτει γυναίκα 28 εάν δε και γήμης ουχ ήμαρτες και εάν γήμη η παρθένος ουχ ήμαρτε θλίψιν δε τη σαρκί έξουσιν οι τοιούτοι εγώ δε υμών φείδομαι 29 τούτο δε φημι αδελφοί ο καιρός συνεσταλμένος το λοιπόν εστιν ίνα και οι έχοντες γυναίκας ως μη έχοντες ώσι 30 και οι κλαίοντες ως μη κλαίοντες και οι χαίροντες ως μη χαίροντες και οι αγοράζοντες ως μη κατέχοντες 31 και οι χρώμενοι τω κόσμω τούτω ως μη καταχρώμενοι παράγει γαρ το σχήμα του κόσμου τούτου 32 θέλω δε υμάς αμερίμνους είναι ο άγαμος μεριμνά τα του κυρίου πως αρέσει τω κυρίω 33 ο δε γαμήσας μεριμνά τα του κόσμου πως αρέσει τη γυναικί 34 μεμέρισται και η γυνή και η παρθένος η άγαμος μερίμνα τα του κυρίου ίνα η αγία και σώματι και πνεύματι η δε γαμήσασα μεριμνά τα του κόσμου πως αρέσει τω ανδρί 35 τούτο δε προς το υμών αυτών συμφέρον λέγω ουχ ίνα βρόχον υμίν επιβάλω αλλά προς το εύσχημον και ευπρόσεδρον τω κυρίω απερισπάστως 36 ει δε τις ασχημονείν επί την παρθένον αυτού νομίζει εάν η υπέρακμος και ούτως οφείλει γίνεσθαι ο θέλει ποιείτω ουχ αμαρτάνει γαμείτωσαν 37 ος δε έστηκεν εδραίος εν τη καρδία μη έχων ανάγκην εξουσίαν δε έχει περί του ιδίου θελήματος και τούτο κέκρικεν εν τη καρδία αυτού του τηρείν την εαυτού παρθένον καλώς ποιεί 38 ώστε και ο εκγαμίζων καλώς ποιεί ο δε μη εκγαμίζων κρείσσον ποιεί 39 γυνή δέδεται νόμω εφ όσον χρόνον ζη ο ανήρ αυτής εάν δε κοιμηθή ο ανήρ αυτής ελευθέρα εστίν ω θέλει γαμηθήναι μόνον εν κυρίω 40 μακαριωτέρα δε εστιν εάν ούτω μείνη κατά την εμήν γνώμην δοκώ δε καγώ πνεύμα θεού έχειν
Copyright information for ABPGRK