1 Corinthians 8

CHAPTER 8

Sensitivity to Conscience

1περί δε των ειδωλοθύτων οίδαμεν ότι πάντες γνώσιν έχομεν η γνώσις φυσιοί η δε αγάπη οικοδομεί 2ει δε τις δοκεί ειδέναι τι ουδέπω ουδέν έγνωκε καθώς δει γνώναι 3ει δε τις αγαπά τον θεόν ούτος έγνωσται υπ΄ αυτού 4περί της βρώσεως ούν των ειδωλοθύτων οίδαμεν ότι ουδέν είδωλον εν κόσμω και ότι ουδείς θεός έτερος ει μη εις 5και γαρ είπερ εισί λεγόμενοι θεοί είτε εν ουρανώ είτε επί της γης ώσπερ εισί θεοί πολλοί και κύριοι πολλοί 6αλλ΄ ημίν εις θεός ο πατήρ εξ ου τα πάντα και ημείς εις αυτόν και εις κύριος Ιησούς χριστός δι΄ ου τα πάντα και ημείς δι΄ αυτού 7αλλ΄ ουκ εν πάσιν η γνώσις τινές δε τη συνειδήσει του ειδώλου έως άρτι ως ειδωλόθυτον εσθίουσι και η συνείδησις αυτών ασθενής ούσα μολύνεται 8βρώμα δε ημάς ου παρίστησι τω θεώ ούτε γαρ εάν φάγωμεν περισσεύομεν ούτε εάν μη φάγωμεν υστερούμεθα 9βλέπετε δε μήπως η εξουσία υμών αύτη πρόσκομμα γένηται τοις ασθενούσιν 10εάν γαρ τις ίδη σε τον έχοντα γνώσιν εν ειδωλείω κατακείμενον ουχί η συνείδησις αυτού ασθενούς όντος οικοδομηθήσεται εις το τα ειδωλόθυτα εσθίειν 11και απολείται ο ασθενών αδελφός επί τη ση γνώσει δι΄ ον χριστός απέθανεν 12ούτω δε αμαρτάνοντες εις τους αδελφούς και τύπτοντες αυτών την συνείδησιν ασθενούσαν εις χριστόν αμαρτάνετε 13διόπερ ει βρώμα σκανδαλίζει τον αδελφόν μου ου μη φάγω κρέα εις τον αιώνα ίνα μη τον αδελφόν μου σκανδαλίσω
Copyright information for ABPGRK