1 Corinthians 9

CHAPTER 9

The Rights of Apostleship

ουκ ειμί αποστόλος ουκ ειμί ελεύθερος ουχί Ιησούν χριστόν τον κυριόν ημών εώρακα ου το έργον μου υμείς εστε εν κυρίω ει άλλοις ουκ ειμί απόστολος αλλά γε υμίν ειμι η γαρ σφραγίς της εμής αποστολής υμείς εστε εν κυρίω η εμή απολογία τοις εμέ ανακρίνουσιν αύτη εστί μη ουκ έχομεν εξουσίαν φαγείν και πιείν μη ουκ έχομεν εξουσίαν αδελφήν γυναίκα περιάγειν ως και οι λοιποί απόστολοι και οι αδελφοί του κυρίου και Κηφάς η μόνος εγώ και Βαρνάβας ουκ έχομεν εξουσίαν του μη εργάζεσθαι τις στρατεύεται ιδίοις οψωνίοις ποτέ τις φυτεύει αμπελώνα και εκ του καρπού αυτού ουκ εσθίει η τις ποιμαίνει ποίμνην και εκ του γάλακτος της ποίμνης ουκ εσθίει μη κατά άνθρωπον ταύτα λαλώ η ουχί και ο νόμος ταύτα λέγει εν γαρ τω Μωσέως νόμω γέγραπται ου φιμώσεις βούν αλοώντα μη των βοών μέλει τω θεώ 10 η δι΄ ημάς πάντως λέγει δι΄ ημάς γαρ εγράφη ότι επ΄ ελπίδι οφείλει ο αροτριών αροτριάν και ο αλοών της ελπίδος αυτού μετέχειν επ΄ ελπίδι 11 ει ημείς υμίν τα πνευματικά εσπείραμεν μέγα ει ημείς υμών τα σαρκικά θερίσομεν 12 ει άλλοι της εξουσίας υμών μετέχουσιν ου μάλλον ημείς αλλ΄ ουκ εχρησάμεθα τη εξουσία ταύτη αλλά πάντα στέγομεν ίνα μη εγκοπήν τινα δώμεν τω ευαγγελίω του χριστού 13 ουκ οίδατε ότι οι τα ιερά εργαζόμενοι εκ του ιερού εσθίουσιν οι τω θυσιαστηρίω προσεδρεύοντες τω θυσιαστηρίω συμμερίζονται 14 ούτως και ο κύριος διέταξε τοις το ευαγγέλιον καταγγέλλουσιν εκ του ευαγγελίου ζην 15 εγώ δε ουδενί εχρησάμην τούτων ουκ έγραψα δε ταύτα ίνα ούτω γένηται εν εμοί καλόν γαρ μοι μάλλον αποθανείν η το καύχημά μου ίνα τις κενώση 16 εάν γαρ ευαγγελίζωμαι ουκ έστι μοι καύχημα ανάγκη γαρ μοι επίκειται ουαί δε μοι εστιν εάν μη ευαγγελίζωμαι 17 ει γαρ εκών τούτο πράσσω μισθόν έχω ει δε άκων οικονομίαν πεπίστευμαι 18 τις ούν μοι εστιν ο μισθός ίνα ευαγγελιζόμενος αδάπανον θήσω το ευαγγέλιον του χριστού εις το μη καταχρήσασθαι τη εξουσία μου εν τω ευαγγελίω

Serve All Men

19 ελεύθερος γαρ ων εκ πάντων πάσιν εμαυτόν εδούλωσα ίνα τους πλείονας κερδήσω 20 και εγενόμην τοις Ιουδαίοις ως Ιουδαίος ίνα Ιουδαίους κερδήσω τοις υπό νόμον ως υπό νόμον ίνα τους υπό νόμον κερδήσω 21 τοις ανόμοις ως άνομος μη ων άνομος θεώ αλλ΄ έννομος χριστώ ίνα κερδήσω ανόμους 22 εγενόμην τοις ασθενέσιν ως ασθενής ίνα τους ασθενείς κερδήσω τοις πάσι γέγονα τα πάντα ίνα πάντως τινάς σώσω 23 τούτο δε ποιώ διά το ευαγγέλιον ίνα συγκοινωνός αυτού γένωμαι

Run to Win

24 ουκ οίδατε ότι οι εν σταδίω τρέχοντες πάντες μεν τρέχουσιν εις δε λαμβάνει το βραβείον ούτω τρέχετε ίνα καταλάβητε 25 πας δε ο αγωνιζόμενος πάντα εγκρατεύεται εκείνοι μεν ούν ίνα φθαρτόν στέφανον λάβωσιν ημείς δε άφθαρτον 26 εγώ τοίνυν ούτω τρέχω ως ουκ αδήλως ούτω πυκτεύω ως ουκ αέρα δέρων 27 αλλ΄ υπωπιάζω μου το σώμα και δουλαγωγώ μήπως άλλοις κηρύξας αυτός αδόκιμος γένωμαι
Copyright information for ABPGRK