1 Kings 15

CHAPTER 15

Abijam Reigns over Judah

1και εν τω οκτωκαιδεκάτω έτει βασιλεύοντος Ιεροβοάμ υιόυ Ναβάτ βασιλεύει Αβιά υιός Ροβοάμ επί Ιούδαν 2και τρία έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Μααχά θυγάτηρ Αβεσαλώμ 3και επορεύθη εν ταις αμαρτίαις του πατρός αυτού αις εποίησεν έμπροσθεν αυτού και ουκ ην η καρδία αυτού τελεία μετά κυρίου θεού αυτού καθώς η καρδία Δαυίδ του πατρός αυτού 4ότι διά Δαυίδ έδωκεν αυτώ κύριος ο θεός αυτού κατάλειμμα εν Ιερουσαλήμ ίνα στήση τα τέκνα αυτού μετ΄ αυτόν και στήση την Ιερουσαλήμ 5ως εποίησε Δαυίδ το ευθές ενώπιον κυρίου και ουκ εξέκλινεν από πάντων ων ενετείλατο αυτώ πάσας τας ημέρας της ζωής αυτού 6εκτός εν ρήματι Ουρίου του Χετταίου και πόλεμος ην μεταξύ Ροβοάμ και μεταξύ Ιεροβοάμ πάσας τας ημέρας της ζωής αυτού 7και τα λοιπά των λόγων Αβιά και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γεγραμμένα επί βιβλίου λόγων των ημερών των βασιλέων Ιούδα και πόλεμος ην αναμέσον Αβιά και αναμέσον Ιεροβοάμ 8και εκοιμήθη Αβιά μετά των πατέρων αυτού και θάπτεται εν πόλει Δαυίδ και εβασίλευσεν Ασά υιός αυτού αντ΄ αυτού

Asa Reigns in Judah

9εν τω ενιαυτώ τω εικοστώ του Ιεροβοάμ βασιλέως του Ισραήλ βασιλεύει Ασά επί Ιούδαν 10και τεσσαράκοντα και εν έτος εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Μααχά θυγάτηρ Αβεσαλώμ 11και εποίησεν Ασά το ευθές ενώπιον κυρίου ως Δαυίδ ο πατήρ αυτού 12και αφείλε τας τελετάς από της γης και εξαπέστειλε πάντα τα επιτηδεύματα α εποίησαν οι πατέρες αυτού 13και την Μααχά την μητέρα αυτού μετέστησε του μη είναι ηγουμένην καθώς εποίησε σύνοδον εν τω άλσει αυτής και εξέκοψεν Ασά τας καταδύσεις αυτής και ενέπρησε εν πυρί εν τω χειμάρρω κεδρών 14τα δε υψηλά ουκ εξήρε πλην η καρδία Ασά ην τελεία μετά κυρίου πάσας τας ημέρας αυτού 15και εισήνεγκεν Ασά εις τον οίκον κυρίου τους κίονας του πατρός αυτού και τους κίονας τους αργυρούς και χρυσούς και εισήνεγκεν εις τον οίκον κυρίου αργύριον και χρυσίον και σκεύη

Israel Wars with Judah

16και πόλεμος ην αναμέσον Ασά και αναμέσον Βαασά βασιλέως Ισραήλ πάσας τας ημέρας αυτών 17και ανέβη Βαασά βασιλεύς Ισραήλ επί Ιούδαν και ωκοδόμησε την Ραμά του μη είναι εκπορευόμενον και εισπορευόμενον τω Ασά βασιλεί Ιούδα 18και έλαβεν Ασά σύμπαν το αργύριον και το χρυσίον το ευρεθέν εν τοις θησαυροίς οίκου κυρίου και εν τοις θησαυροίς του οίκου του βασιλέως και έδωκεν αυτά εις χείρας των παίδων αυτού και εξαπέστειλεν αυτούς ο βασιλεύς Ασά προς υιόν Αδέρ υιόυ Ταβρεμών υιόυ Αζιών βασιλέως Συρίας του κατοικούντος εν Δαμασκώ λέγων 19διαθήκην αναμέσον εμού και αναμέσον σου και αναμέσον του πατρός μου και του πατρός σου ιδού εξαπέσταλκά σοι δώρα αργυρίου και χρυσίου δεύρο διασκέδασον την διαθήκην σου την προς Βαασά βασιλέα Ισραήλ και αναβήσεται απ΄ εμού 20και ήκουσεν υιός Αδέρ του βασιλέως Ασά και απέστειλε τους άρχοντας της δυνάμεως αυτού εν ταις πόλεσι του Ισραήλ και επάταξε την Αϊν και την Δαν και την Αβέλ οίκου Μααχά και πάσαν την Χενερέθ έως πάσης της γης Νεφθαλίμ 21και εγένετο ως ήκουσε Βαασά και δίελιπε του οικοδομείν την Ραμά και ανέστρεψεν εις Θερσά 22και ο βασιλεύς Ασά παρήγγειλε παντί Ιούδα εν ακί και αίρουσι τους λίθους της Ραμά και τα ξύλα αυτής α ωκοδόμησε Βαασά και ωκοδόμησεν εν αυτοίς Ασά ο βασιλεύς τον βουνόν Βενιαμίν και την σκοπιάν 23και τα λοιπά των λόγων Ασά και πάσα η δυναστεία αυτού και πάντα α εποίησε και τας πόλεις ας ωκοδόμησεν ουκ ιδού ταύτα γεγραμμένα εστίν επί βιβλίω λόγων των ημερών των βασιλέων Ιούδα πλην εν τω καιρώ του γήρους αυτού επόνεσε τους πόδας αυτού 24και εκοιμήθη Ασά μετά των πατέρων αυτού και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ του πατρός αυτού και εβασίλευσεν Ιωσαφάτ υιός αυτού αντ΄ αυτού 25και Ναβάδ υιός Ιεροβοάμ βασιλεύει επί Ισραήλ εν έτει δευτέρω του Ασά βασιλέως Ιούδα και εβασίλευσεν επί τον Ισραήλ δύο έτη 26και εποίησε το πονηρόν ενώπιον κυρίου και επορεύθη εν οδώ του πατρός αυτού και εν ταις αμαρτίαις αυτού εν αις εξήμαρτον τον Ισραήλ 27και περιεκάθισεν επ΄ αυτόν Βαασά υιός Αχία επί τον οίκον Ισσάχαρ και επάταξεν αυτόν εν Γαβαθών τη των αλλοφύλων και Ναβάδ και πας Ισραήλ περιεκάθητο επί Γαβαθών 28και εθανάτωσεν αυτόν Βαασά εν έτει τρίτω του Ασά βασιλέως Ιούδα και εβασίλευσεν αντ΄ αυτού

Baasha Strikes the House of Jeroboam

29και εγένετο ως εβασίλευσεν επάταξεν όλον τον οίκον Ιεροβοάμ και ουχ υπελίπετο πάσαν πνοήν του Ιεροβοάμ έως του εξολοθρεύσαι αυτόν κατά το ρήμα κυρίου ο ελάλησεν εν χειρί δούλου αυτού Αχία του Σηλωνίτου 30περί των αμαρτιών Ιεροβοάμ ος εξήμαρτε τον Ισραήλ και εν τω παροργισμώ αυτού εν ω παρώργισε τον κύριον θεόν του Ισραήλ 31και τα λοιπά των λόγων Ναβάδ και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γεγραμμένα εστίν εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ 32και πόλεμος ην αναμέσον Ασά και αναμέσον Βαασά βασιλέως Ισραήλ πάσας τας ημέρας αυτών 33εν τω έτει τω τρίτω του Ασά βασιλέως Ιούδα βασιλεύει Βαασά υιός Αχία επί Ισραήλ εν Θερσά είκοσι και τέσσαρα έτη 34και εποίησε το πονηρόν ενώπιον κυρίου και επορεύθη εν οδώ Ιεροβοάμ υιόυ Ναβάτ και εν ταις αμαρτίαις αυτού αις εξήμαρτε τον Ισραήλ
Copyright information for ABPGRK