1 Kings 1

CHAPTER 1

Adonijah Ascends the Throne

και ο βασιλεύς Δαυίδ πρεσβύτης προβεβηκώς εν ημέραις και περιέβαλλον αυτόν ιματίοις και ουκ εθερμαίνετο και είπον οι παίδες αυτού αυτώ ζητησάτωσαν τω κυρίω ημών τω βασιλεί νεάνιδα παρθένον και παραστήσεται τω βασιλεί και έσται αυτόν θάλπουσα και κατακείσεται εν τω κόλπω αυτού και θερμανθήσεται ο κυριός ημών ο βασιλεύς και εζήτησαν νεάνιδα καλήν εκ παντός ορίου Ισραήλ και εύρον την Αβισάγ την Σουναμίτιν και ήνεγκαν αυτήν προς τον βασιλέα και η νεάνις καλή τω είδει σφόδρα και ην θάλπουσα τον βασιλέα και ελειτούργει αυτώ και ο βασιλεύς ουκ έγνω αυτήν και Αδωνίας υιός Αγγίθ επήρετο λέγων εγώ βασιλεύσω και εποίησεν αυτώ άρματα και ιππείς και πεντήκοντα άνδρας παρατρέχοντας έμπροσθεν αυτού και ουκ επιτίμησεν αυτώ ο πατήρ αυτού πώποτε ειπών τι ότι συ πεποίηκας ουτως και αυτός καλός τη όψει σφόδρα και αυτόν έτεκεν οπίσω Αβεσαλώμ και ήσαν οι λόγοι αυτού μετά Ιωάβ του υιόυ Σαρουϊα και μετά Αβιάθαρ του ιερέως και εβοήθουν οπίσω Αδωνίου και Σαδώκ ο ιερεύς και Βανέας υιός Ιωδαέ και Ναθάν ο προφήτης και Σεμεϊ και Ρησί και οι όντες δυνατοί τω Δαυίδ ουκ ήσαν μετά Αδωνίου και εθυσίασεν Αδωνίας πρόβατα και βόας και άρνας παρά τον λίθον τον Ζωελέθ τον εχόμενον της πηγής του Ρωγήλ και εκάλεσε πάντας τους αδελφούς αυτού τους υιούς του βασιλέως και πάντας τους άνδρας Ιούδα τους παίδας του βασιλέως 10 και Ναθάν τον προφήτην και τον Βανέαν και τους δυνατούς και τον Σολομώντα αδελφόν αυτού ουκ εκάλεσε 11 και είπε Ναθάν προς Βηρσαβεαί μητέρα Σολομώντος λέγων ουκ ήκουσας ότι βεβασίλευκεν Αδωνίας υιός Αγγίθ και ο κυριός ημών Δαυίδ ουκ έγνω 12 και νυν δεύρο συμβουλεύσω σοι συμβουλίαν όπως σώσης την ψυχήν σου και την ψυχήν Σολομώντος του υιού σου 13 δεύρο είσελθε προς τον βασιλέα Δαυίδ και ερείς προς αυτόν ουχί συ κύριέ μου βασιλεύ ώμοσας τη δούλη σου λέγων ότι Σολομών ο υιός σου βασιλεύσει μετ΄ εμέ και αυτός καθήσεται επί του θρόνου μου και τι ότι βεβασίλευκεν Αδωνίας 14 και ιδού έτι σου λαλούσης εκεί μετά του βασιλέως και εγώ εισελεύσομαι μετά σου και πληρώσω τους λόγους σου 15 και εισήλθε Βηρσαβεαί προς τον βασιλέα εις το ταμείον και ο βασιλεύς πρεσβύτης σφόδρα και Αβισάγ η Σουναμίτις ην λειτούργουσα τω βασιλεί 16 και έκυψε Βηρσαβεαί και προσεκύνησε τω βασιλεί και είπεν ο βασιλεύς τι έστι σοι 17 και είπε κύριέ μου βασιλεύ συ ώμοσας εν κυρίω τω θεώ σου τη δούλη σου λέγων ότι Σολομών ο υιός σου βασιλεύσει μετ΄ εμέ και αυτός καθήσεται επί του θρόνου μου 18 και νυν ιδού Αδωνίας βεβασίλευκεν και συ κύριέ μου βασιλεύ ουκ έγνως 19 και εθυσίασε μόσχους και άρνας και πρόβατα εις πλήθος και εκάλεσε πάντας τους υιούς του βασιλέως και Αβιαθάρ τον ιερέα και Ιωάβ τον άρχοντα της δυνάμεως και τον Σολομώντα τον δούλόν σου ουκ εκάλεσε 20 και συ κύριέ μου βασιλεύ οι οφθαλμοί παντός Ισραήλ προς σε απάγγειλαι αυτοίς τις καθήσεται επί του θρόνου του κυρίου μου του βασιλέως μετ΄ αυτόν 21 και έσται εν τω κοιμηθήναι τον κύριόν μου τον βασιλέα μετά των πατέρων αυτού και έσομαι εγώ και Σολομών ο υιός μου αμαρτωλοί 22 και ιδού έτι αυτής λαλούσης μετά του βασιλέως και Ναθάν ο προφήτης εισήλθε 23 και ανήγγειλαν τω βασιλεί λεγόντες ιδού Ναθάν ο προφήτης και εισήλθε κατά πρόσωπον του βασιλέως και προσεκύνησε τω βασιλεί επί πρόσωπον αυτού επί την γην 24 και είπε Ναθάν κύριέ μου βασιλεύ συ είρηκας Αδωνίας βασιλεύσει μετ΄ μου και αυτός καθήσεται επί θρόνου μου 25 ότι κατέβη σήμερον και εθυσίασε μόσχους και άρνας και πρόβατα εις πλήθος και εκάλεσε πάντας τους υιούς του βασιλέως και τους άρχοντας της δυνάμεως και Αβιαθάρ τον ιερέα και ιδού εισίν εσθίοντες και πίνοντες ενώπιον αυτού και είπον ζήτω ο βασιλεύς Αδωνίας 26 και εμέ τον δούλόν σου και Σαδώκ τον ιερέα και Βανέαν υιόν Ιωδαέ και Σολομώντα τον δούλόν σου ουκ εκάλεσεν 27 ει διά του κυρίου μου του βασιλέως γέγονε το ρήμα τούτο και ουκ εγνώρισας τω δούλω σου τις καθήσεται επί του θρόνου του κυρίου μου του βασιλέως μετ΄ αυτόν 28 και απεκρίθη ο βασιλεύς Δαυίδ και είπε καλέσατέ μοι την Βηρσαβεαί και εισήλθεν ενώπιον του βασιλέως και έστη ενώπιον αυτού 29 και ώμοσεν ο βασιλεύς και είπε ζη κύριος ος ελυτρώσατο την ψυχήν μου εκ πάσης θλίψεως 30 ότι καθώς ώμοσά σοι κατά κυρίου του θεού Ισραήλ λέγων ότι Σολομών ο υιός σου βασιλεύσει μετ΄ εμέ και αυτός καθήσεται επί του θρόνου μου αντ΄ εμού ότι ούτω ποιήσω τη ημέρα ταύτη 31 και έκυψε Βηρσαβεαί επί πρόσωπον επί την γην και προσεκύνησε τω βασιλεί και είπε ζήτω ο κύριός μου ο βασιλεύς Δαυίδ εις τον αιώνα 32 και είπεν ο βασιλεύς Δαυίδ καλέσατέ μοι Σαδώκ τον ιερέα και Ναθάν τον προφήτην και Βανέαν υιόν Ιωδαέ και εισήλθον ενώπιον του βασιλέως 33 και είπεν ο βασιλεύς αυτοίς λάβετε μεθ΄ υμών τους παίδας του κυρίου υμών και επιβιβάσατε Σολομών τον υιόν μου επί την ημίονον την εμήν και καταγάγετε αυτόν εις την Γιών 34 και χρισάτω αυτόν εκεί Σαδώκ ο ιερεύς και Ναθάν ο προφήτης εις βασιλέα επί Ισραήλ και σαλπίσατε κερατίνη και ερείτε ζήτω ο βασιλεύς Σολομών 35 και αναβήσεσθε οπίσω αυτού και εισελεύσεται και καθήσεται επί του θρόνου μου και αυτός βασιλεύσει αντ΄ εμού και αυτώ εγώ ενετειλάμην του είναι εις ηγούμενον επί Ισραήλ και επί Ιούδαν 36 και απεκρίθη Βανέας υιός Ιωδαέ τω βασιλεί και είπε γένοιτο ούτως πιστώσαι κύριος ο θεός του κυρίου μου του βασιλέως 37 καθώς ην κύριος μετά του κυρίου μου του βασιλέως ούτως είη μετά Σολομών και μεγαλύναι τον θρόνον αυτού υπέρ τον θρόνον του κυρίου μου του βασιλέως Δαυίδ

Solomon is Anointed King

38 και κατέβη Σαδώκ ο ιερεύς και Ναθάν ο προφήτης και Βανέας υιός Ιωδαέ και ο Χερεθί και ο Φελεθί και επεκάθισαν τον Σολομώντα επί την ημίονον του βασιλέως Δαυίδ και απήγαγον αυτόν εις την Γιών 39 και έλαβε Σαδώκ ο ιερεύς το κέρας του ελαίου εκ του σκηνώματος και έχρισε τον Σολομώντα και εσάλπισε τη κερατίνη και είπε πας ο λαός ζήτω ο βασιλεύς Σολομών 40 και ανέβη πας ο λαός οπίσω αυτού και πας ο λαός εχόρευον εν χοροίς και ευφραινόμενοι ευφροσύνη μεγάλη και ερράγη η γη εν τη φωνή αυτών 41 και ήκουσεν Αδωνίας και πάντες οι κλητοί μετ΄ αυτού και αυτοί συνετέλεσαν εσθίοντες και ήκουσεν Ιωάβ την φωνήν της κερατίνης και είπε τις η φωνή της πόλεως ηχούσης 42 έτι αυτού λαλούντος και ιδού Ιωναθάν υιός Αβιάθαρ του ιερέως ήλθε και είπεν Αδωνίας είσελθε ότι ανήρ δυνάμεως ει συ και αγαθά ευαγγελιείς 43 και απεκρίθη Ιωανθάν και είπε τω Αδωνία και μάλα ο κυριός ημών ο βασιλεύς Δαυίδ εβασίλευκε τον Σολομώντα 44 και απέσταλκε μετ΄ αυτού ο βασιλεύς τον Σαδώκ τον ιερέα και Ναθάν τον προφήτην και Βανέαν τον υιόν Ιωδαέ και τον Χερεθί και τον Φελεθί και επεβίβασαν αυτόν επί την ημίονον του βασιλέως 45 και έχρισεν αυτόν Σαδώκ ο ιερεύς και Ναθάν ο προφήτης εις βασιλέα εν τη Γιών και ανέβησαν εκείθεν ευφραινόμενοι και ήχησεν η πόλις αύτη η φωνή ην ηκούσατε 46 και εκάθισε Σολομών επί του θρόνου της βασιλείας 47 και γε ήλθον οι δούλοι του βασιλέως ευλογήσαι τον κύριον ημών τον βασιλέα Δαυίδ λέγοντες αγαθύναι ο θεός το όνομα του υιού σου Σολομώντος υπέρ το όνομά σου και μεγαλύναι τον θρόνον αυτού υπέρ τον θρόνον σου και προσεκύνησεν ο βασιλεύς επί την κοίτην αυτού 48 και γε ούτως είπεν ο βασιλεύς ευλογητός κύριος ο θεός Ισραήλ ος έδωκε σήμερον εκ του σπέρματός μου καθήμενον επί του θρόνου μου και οι οφθαλμοί μου βλέπουσι 49 και εξέστησαν και εξανέστησαν πάντες οι κλητοί υπό του Αδωνίου και απήλθον έκαστος εις την οδόν αυτού 50 και Αδωνίας εφοβήθη από προσώπου Σολομώντος και ανέστη και απήλθε και επελάβετο των κεράτων του θυσιαστηρίου 51 και ανηγγέλη τω Σολομώντι λέγοντες ιδού Αδωνίας εφοβήθη τον βασιλέα Σολομώντα και κατέχει των κεράτων του θυσιαστηρίου λέγων ομοσάτω μοι σήμερον ο βασιλεύς Σολομών του μη θανατώσαι τον δούλον αυτού εν ρομφαία 52 και είπε Σολομών εάν γένηται εις υιόν δυνάμεως ου μη πέση από της κεφαλής αυτού θριξ επί την γην εάν δε κακία ευρεθή εν αυτώ θανατωθήσεται 53 και απέστειλεν ο βασιλεύς Σολομών και κατήνεγκαν αυτόν απάνωθεν του θυσιαστηρίου και εισήλθε και προσεκύνησε τω βασιλεί Σολομώντι και είπεν αυτώ Σολομών πορεύου εις τον οίκόν σου
Copyright information for ABPGRK