1 Kings 11

CHAPTER 11

Solomon's Heart Is Turned to Other Gods

και ο βασιλεύς Σολομών ην φιλογύναιος και έλαβε γυναίκας αλλοτρίας και την θυγατέρα Φαραώ και Μωαβίτιδας και Αμμανίτιδας και Ιδουμαίας και Σιδωνίας και Χετταίας εκ των εθνών ων απείπε κύριος τοις υιοίς Ισραήλ λέγων ουκ εισελεύσεσθε εις αυτούς και αυτοί ουκ εισελεύσονται εις υμάς ίνα μη εκκλίνωσι τας καρδίας υμών οπίσω των ειδώλων αυτών εις αυτούς εκολλήθη Σολομών του αγαπήσαι και ήσαν αυτώ γυναίκες άρχουσαι επτακόσιαι και παλλακαί τριακόσιαι και έκλινον αι γυναίκες αυτού την καρδίαν αυτού και εγένετο εν καιρώ γήρους Σολομών αι γυναίκες αυτού εξέκλιναν την καρδίαν αυτού οπίσω θεών ετέρων και ουκ ην η καρδία αυτού τελεία μετά του κυρίου του θεού αυτού καθώς η καρδία Δαυίδ του πατρός αυτού και επορεύθη Σολομών οπίσω της Αστάρτης θεού Σιδωνίων και οπίσω του Μελχώμ βδελύγματος Αμμών και εποίησε Σολομών το πονηρόν ενώπιον κυρίου και ουκ επορεύθη οπίσω κυρίου ως Δαυίδ ο πατήρ αυτού τότε ωκοδόμησε Σολομών υψηλόν τω Χαμώς ειδώλω Μωάβ εν τω όρει τω κατά πρόσωπον Ιερουσαλήμ και τω Μελχώμ ειδώλω υιών Αμμών και ούτως εποίησε πάσαις ταις γυναιξίν αυτού ταις αλλοτρίαις εθυμίων και έθυον τοις ειδώλοις αυτών και ωργίσθη κύριος επί Σολομώντι ότι εξέκλινεν η καρδία αυτού από κυρίου θεού Ισραήλ του οφθέντος αυτώ δις 10 και εντειλαμένου αυτώ υπέρ του λόγου τούτου το παράπαν μη πορευθήναι οπίσω θεών ετέρων και ουκ εφύλαξεν α ενετείλατο αυτώ κύριος

Judgment Pronounced against Solomon

11 και είπε κύριος προς Σολομώντα ανθ΄ ων εγένετο ταύτα μετά σου και ουκ εφύλαξας τας εντολάς μου και τα προστάγματά μου α ενετειλάμην σοι διαρρήσσων διαρρήξω την βασιλείαν σου εκ χειρός σου και δώσω αυτήν τω δούλω σου 12 πλην εν ταις ημέραις σου ου ποιήσω αυτά διά Δαυίδ τον πατέρα σου εκ χειρός υιού σου λήψομαι αυτήν 13 πλην όλην την βασιλείαν ου μη λάβω σκήπτρον εν δώσω τω υιώ σου διά Δαυίδ τον δούλόν μου και διά Ιερουσαλήμ την πόλιν ην εξελεξάμην 14 και ήγειρε κύριος σατάν τω Σολομών τον Αδάρ τον Ιδουμαίον εκ του σπέρματος της βασιλείας εν τη Ιδουμαία 15 και εγένετο εν τω εξολοθρεύειν Δαυίδ τον Εδώμ εν τω πορευθήναι Ιωάβ άρχοντα της στρατιάς θάπτειν τους τραυματίας και έκοψαν παν αρσενικόν εν τη Ιδουμαία 16 ότι εξ μήνας ενεκάθητο εκεί Ιωάβ και πας Ισραήλ έως ου εξωλόθρευσε παν αρσενικόν εκ της Ιδουμαίας 17 και απέδρα Αδάρ αυτός και άνδρες Ιδουμαίοι των παίδων του πατρός αυτού μετ΄ αυτού και εισήλθον εις Αίγυπτον και Αδάρ παιδάριον μικρόν 18 και ανίστανται εκ Μαδιάμ και έρχονται εις Φαράν και λαμβάνουσιν άνδρας μεθ΄ εαυτών και έρχονται προς Φαραώ βασιλέα Αιγύπτου και εισήλθεν Αδάρ προς Φαραώ και έδωκεν αυτώ οίκον και άρτους διέταξεν αυτώ και γην έδωκεν αυτώ 19 και εύρεν Αδάρ χάριν εναντίον Φαραώ σφόδρα και έδωκεν αυτώ γυναίκα αδελφήν της γυναικός αυτού την αδελφήν Θεχεφενής την μείζω 20 και έτεκεν αυτώ η αδελφή Θεχεφενής τω Αδάρ τον Γανιβάθ υιόν αυτής και εξέθρεψεν αυτόν Θεχεφενής εν μέσω του οίκου Φαραώ και ην Γανιβάθ εν τω οίκω Φαραώ εν μέσω των υιών Φαραώ 21 και Αδάρ ήκουσεν εν Αιγύπτω ότι κεκοίμηται Δαυίδ μετά των πατέρων αυτού και ότι τέθνηκεν Ιωάβ ο άρχων της στρατιάς και είπεν Αδάρ προς Φαραώ εξαπόστειλόν με και αποστρέψω εις την γην μου 22 και είπε Φαραώ τω Αδάρ τίνι συ ελαττονή μετ΄ εμού ότι ιδού συ ζητείς απελθείν εις την γην σου και είπεν αυτώ Αδάρ μηδαμώς ότι εξαποστέλλων εξαποστελείς με 23 και ήγειρε θεός σατάν αυτώ τον Ρεζών υιόν Ελιαδά ος έφυγεν από Αδρεζέρ βασιλέως Σοιβά κυρίου αυτού 24 και συνηθροίσθησαν επ΄ αυτόν άνδρες και ην άρχων συστρεμμάτον και προκατελάβετο την Δαμασκόν και εκάθισεν εν αυτή και εβασίλευσεν εν Δαμασκώ 25 και ην σατάν τω Ισραήλ πάσας τας ημέρας Σολομώντος αύτη η κακία ην εποίησεν Αδάρ και εβαρύνθη επί Ισραήλ και εβασίλευσεν εν γη Εδώμ 26 και Ιεροβοάμ υιός Ναβάτ ο Εφραθί εκ της Σαριρά υιός γυναικός χήρας δούλος του Σολομώντος 27 και τούτο το πράγμα εποίησεν ως επήρε την χείρα επί τον βασιλέα Σολομώντα και ο βασιλεύς Σολομών ωκοδόμησε την άκραν και συνέκλεισε τον φραγμόν της πόλεως Δαυίδ του πατρός αυτού 28 και ο άνθρωπος Ιεροβοάμ ισχυρός δυνάμει και είδε Σολομών το παιδάριον ότι ανήρ έργων εστί και κατέστησεν αυτόν επί τας άρσεις οίκου Ιωσήφ

Ahijah Prophesies the Division of the Kingdom

29 και εγένετο εν τω καιρώ εκείνω και Ιεροβοάμ εξήλθεν εξ Ιερουσαλήμ και εύρεν αυτόν Αχία ο Σηλωνίτης ο προφήτης εν τη οδώ και απέστησεν αυτόν εκ της οδού και Αχία περιβεβλημένος ιμάτιον καινόν και αμφότεροι μόνοι εν τω πεδίω 30 και επελάβετο Αχία του ιματίου αυτού του καινού του επ΄ αυτώ και διέρρηξεν αυτό δώδεκα ρήγματα 31 και είπε τω Ιεροβοάμ λάβε σεαυτώ δέκα ρήγματα ότι τάδε λέγει κύριος ο θεός Ισραήλ ιδού εγώ ρήσσω την βασιλείαν εκ χειρός Σολομώντος και δώσω σοι δέκα σκήπτρα 32 και δύο σκήπτρα έσονται αυτώ διά τον δούλόν μου Δαυίδ και διά Ιερουσαλήμ την πόλιν ην εξελεξάμην εν αυτή εκ πασών φυλών Ισραήλ 33 ανθ΄ ων εγκατέλιπέ με και εποίησε τη Αστάρτη βδελύγματι Σιδωνίων και τω Χαμώς ειδώλω Μωάβ και τω Μελχόμ προσοχθίσματι υιών Αμμών και ουκ επορεύθη εν ταις οδοίς μου του ποιήσαι το ευθές ενώπιον εμού και τα προστάγματά μου και τα δικαιώματά μου καθώς εποίησε Δαυίδ ο πατήρ αυτού 34 και ου μη λήψομαι την βασιλείαν όλην εκ χειρός αυτού ότι αντιτασσόμενος αντιτάξομαι αυτώ πάσας τας ημέρας της ζωής αυτού διά Δαυίδ τον δούλόν μου ον εξελεξάμην αυτόν ος εφύλαξε τας εντολάς και τα δικαιώματά μου 35 και λήψομαι την βασιλείαν εκ χειρός του υιού αυτού και δώσω σοι τα δέκα σκήπτρα 36 τω δε υιώ αυτού δώσω τα δύο σκήπτρα όπως η θέσις τω δούλω μου Δαυίδ πάσας τας ημέρας ενώπιον εμού εν Ιερουσαλήμ τη πόλει ην εξελεξάμην εμαυτώ του θέσθαι το όνομά μου εκεί 37 και σε λήψομαι και βασιλεύσεις εν οις επιθυμεί η ψυχή σου και συ έση βασιλεύς επί Ισραήλ 38 και έσται εάν φυλάξης πάντα όσα αν εντείλωμαί σοι και πορευθής εν ταις οδοίς μου και ποιήσης το ευθές ενώπιόν μου του φυλάξαι τα προστάγματά μου και τας εντολάς μου καθώς εποίησε Δαυίδ ο δούλός μου και έσομαι μετά σου και οικοδομήσω σοι οίκον πιστόν καθώς ωκοδόμησα τω Δαυίδ 39 και δώσω σοι τον Ισραήλ και κακουχήσω το σπέρμα Δαυίδ διά ταύτα πλην ου πάσας τας ημέρας

Jeroboam Flees from Solomon

40 και εζήτησε Σολομών του θανατώσαι τον Ιεροβοάμ και ανέστη και απέδρα εις Αίγυπτον προς Σουσάκ βασιλέα Αιγύπτου και ην εν Αιγύπτω έως απέθανε Σολομών 41 και τα λοιπά των λόγων Σολομώντος και πάντα όσα εποίησε και πάσα η φρόνησις αυτού ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω ρημάτων Σολομώντος 42 και αι ημέραι ας εβασίλευσε Σολομών εν Ιερουσαλήμ τεσσαράκοντα έτη επί πάντα Ισραήλ 43 και εκοιμήθη Σολομών μετά των πατέρων αυτού και έθαψαν αυτόν εν πόλει Δαυίδ του πατρός αυτού και εβασίλευσεν Ροβοάμ ο υιός αυτού αντ΄ αυτού
Copyright information for ABPGRK