1 Kings 12

CHAPTER 12

Rehoboam Abandons the Counsel of the Elders

και επορεύθη ο βασιλεύς Ροβοάμ εις Σίκημα ότι εις Σίκημα ήρχοντο πας Ισραήλ βασιλεύσαι αυτόν και εγένετο ως ήκουσεν Ιεροβοάμ υιός Ναβάτ και αυτού έτι όντος εν Αιγύπτω ως έφυγεν εκ προσώπου του βασιλέως Σολομώντος και εκάθητο εν Αιγύπτω και απέστειλαν και εκάλεσαν αυτόν και ήλθεν Ιεροβοάμ και πας ο λαός Ισραήλ και ελάλησεν ο λαός προς τον βασιλέα Ροβοάμ λέγοντες ο πατήρ σου εσκλήρυνε τον κλοιόν ημών και συ νυν κούφισον από της δουλείας του πατρός σου της σκληράς και από του κλοιού αυτού του βαρέως ου έδωκεν εφ΄ ημάς και δουλεύσομέν σοι και είπε προς αυτούς απέλθετε έως ημερών τριών και αναστρέψατε προς με και απήλθον και απήγγειλεν ο βασιλεύς Ροβοάμ τοις πρεσβυτέροις οι ήσαν παρεστηκότες ενώπιον Σολομώντος του πατρός αυτού έτι ζώντος αυτού λέγων πως υμείς βουλεύεσθε ίνα αποκριθώ τω λαώ τούτω λόγον και ελάλησαν προς αυτόν λέγοντες ει εν τη ημέρα ταύτη έση δούλος τω λαώ τούτω και δουλεύσεις αυτοίς και λαλήσεις προς αυτούς λόγους αγαθούς και έσονταί σοι δούλοι πάσας τας ημέρας και εγκατέλιπε την βουλήν των πρεσβυτέρων ην συνεβουλεύσαντο αυτώ και συνεβουλεύσατο μετά των παιδαρίων των εκτραφέντων μετ΄ αυτού των παρεστηκότων προ προσώπου αυτού και είπεν αυτοίς τι υμείς συμβουλεύετε και τι αποκριθώ τω λαώ τούτω τοις λαλήσασι προς με λεγόντων κούφισον από του κλοιού ου έδωκεν ο πατήρ σου εφ΄ ημάς 10 και ελάλησαν προς αυτόν τα παιδάρια τα εκτραφέντα μετ΄ αυτού και είπον τάδε λαλήσεις τω λαώ τούτω τοις λαλήσασι προς σε λέγοντες ο πατήρ σου εβάρυνε τον κλοιόν ημών και συ νυν κούφισον αφ΄ ημών τάδε ερείς προς αυτούς η μικρότης μου παχυτέρα εστί της οσφύος του πατρός μου 11 και νυν ο πατήρ μου επεσάσσετο υμάς εν κλοιώ βαρεί καγώ προσθήσω επί τον κλοιόν υμών ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξιν εγώ δε παιδεύσω υμάς εν σκορπίοις 12 και παρεγένετο Ιεροβοάμ και πας Ισραήλ προς τον βασιλέα Ροβοάμ εν τη ημέρα τη τρίτη καθότι ελάλησεν αυτοίς ο βασιλεύς λέγων αναστρέψατε προς με τη ημέρα τη τρίτη 13 και απεκρίθη ο βασιλεύς προς τον λαόν σκληρά και εγκατέλιπε Ροβοάμ την βουλήν των πρεσβυτέρων ην συνεβουλεύσαντο αυτώ 14 και ελάλησε προς αυτούς κατά την βουλήν των παιδαρίων λέγων ο πατήρ μου εβάρυνε τον κλοιόν υμών καγώ προσθήσω επί τον κλοιόν υμών ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξι καγώ παιδεύσω υμάς εν σκορπίοις 15 και ουκ ήκουσεν ο βασιλεύς του λαού ότι ην μεταστροφή παρά κυρίου όπως στήση το ρήμα αυτού ο ελάλησεν εν χειρί Αχία του Σηλωνίτου επί Ιεροβοάμ υιόυ Ναβάτ 16 και είδε πας Ισραήλ ότι ουκ ήκουσεν αυτών ο βασιλεύς και απεκρίθη ο λαός τω βασιλεί λέγων τις ημίν μερίς εν Δαυίδ και ουκ έστιν ημίν κληρονομία εν υιώ Ιεσσαί απότρεχε Ισραήλ εις τα σκηνώματά σου νυν βόσκε τον οίκόν σου Δαυίδ και απήλθεν Ισραήλ εις τα σκηνώματα αυτού 17 και οι υιοί Ισραήλ οι κατοικούντες εν ταις πόλεσιν Ιούδα εβασίλευσαν εφ΄ εαυτοίς τον Ροβοάμ 18 και απέστειλεν ο βασιλεύς Ροβοάμ τον Αδωράμ τον επί του φόρου και ελιθοβόλησαν αυτόν εν λίθοις πας Ισραήλ και απέθανε και ο βασιλεύς Ροβοάμ έφθασεν αναβήναι επί το άρμα του φυγείν εις Ιερουσαλήμ 19 και ηθέτησεν Ισραήλ εις τον οίκον Δαυίδ έως της ημέρας ταύτης

Jeroboam Reigns in Israel

20 και εγένετο ως ήκουσε πας Ισραήλ ότι ανέκαμψεν Ιεροβοάμ εξ Αιγύπτου και απέστειλαν και εκάλεσαν αυτόν εις την συναγωγήν και εβασίλευσαν αυτόν επί Ισραήλ και ουκ ην οπίσω οίκου Δαυίδ πάρεξ σκήπτρου Ιούδα και Βενιαμίν μόνοι 21 και Ροβοάμ εισήλθεν εις Ιερουσαλήμ και εξεκκλησίασε πάσαν την συναγωγήν Ιούδα και σκήπτρον Βενιαμίν εκατόν και είκοσι χιλιάδας νεανιών ποιούντων πόλεμον του πολεμείν προς οίκον Ισραήλ επιστρέψαι την βασιλείαν Ροβοάμ υιώ Σολομώντος 22 και εγένετο λόγος κυρίου προς Σαμέαν άνθρωπον του θεού λέγων 23 είπε τω Ροβοάμ υιώ Σολομώντος βασιλεί Ιούδα και προς πάντα οίκον Ιούδα και Βενιαμίν και τω καταλοίπω του λαού λέγων 24 τάδε λέγει κύριος ουκ αναβήσεσθε ουδέ πολεμήσετε μετά των αδελφών υμών υιών Ισραήλ αναστρεφέτω έκαστος εις τον οίκον αυτού ότι εξ εμού γέγονε το ρήμα τούτο και ήκουσαν του λόγου κυρίου και κατέπαυσαν του πορευθήναι κατά το ρήμα κυρίου 25 και ωκοδόμησεν Ιεροβοάμ την Σίκιμα την εν όρει Εφραϊμ και κατώκεισεν εν αυτή και εξήλθεν εκείθεν και ωκοδόμησε την Φανουήλ

Jeroboam Makes Two Heifers of Gold

26 και είπεν Ιεροβοάμ εν τη καρδία αυτού ιδού νυν επιστρέψει η βασιλεία εις οίκον Δαυίδ 27 εάν αναβή ο λαός ούτος αναφέρειν θυσίαν εν οίκω κυρίου εις Ιερουσαλήμ και επιστραφήσεται η καρδία του λαού προς τον κύριον αυτών προς Ροβοάμ βασιλέα Ιούδα και αποκτενούσί με 28 και εβουλεύσατο ο βασιλεύς και εποίησε δύο δαμάλεις χρυσάς και είπε προς τον λαόν ικανούσθω υμίν αναβαίνειν εις Ιερουσαλήμ ιδού οι θεοί σου Ισραήλ οι αναγαγόντες σε εκ γης Αιγύπτου 29 και έθετο την μίαν εν Βαιθήλ και την μίαν έδωκεν εν Δαν 30 και εγένετο ο λόγος ούτος εις αμαρτίαν και επορεύετο ο λαός οπίσω της μιάς έως Δαν 31 και εποίησεν οίκους εφ΄ υψηλών και εποίησεν ιερείς μέρος τι εκ του λαού οι ουκ ήσαν εκ των υιών Λευί 32 και εποίησεν Ιεροβοάμ εορτήν εν τω μηνί τω ογδόω εν τη πεντεκαιδεκάτη ημέρα του μηνός κατά την εορτήν την εν τω Ιούδα και ανέβη επί το θυσιαστήριον ο εποίησεν εν Βαιθήλ του θύειν ταις δαμάλεσιν αις εποίησε και παρέστησεν εν Βαιθήλ τους ιερείς των υψηλών ων εποίησε 33 και ανέβη επί το θυσιαστήριον ο εποίησε εν τη πεντεκαιδεκάτη ημέρα εν τω μηνί τω ογδόω εν τη εορτή η επλάσατο από καρδίας αυτού και εποίησεν εορτήν τοις υιοίς Ισραήλ και ανέβη επί το θυσιαστήριον του επιθύσαι
Copyright information for ABPGRK