1 Kings 15

CHAPTER 15

Abijam Reigns over Judah

και εν τω οκτωκαιδεκάτω έτει βασιλεύοντος Ιεροβοάμ υιόυ Ναβάτ βασιλεύει Αβιά υιός Ροβοάμ επί Ιούδαν και τρία έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Μααχά θυγάτηρ Αβεσαλώμ και επορεύθη εν ταις αμαρτίαις του πατρός αυτού αις εποίησεν έμπροσθεν αυτού και ουκ ην η καρδία αυτού τελεία μετά κυρίου θεού αυτού καθώς η καρδία Δαυίδ του πατρός αυτού ότι διά Δαυίδ έδωκεν αυτώ κύριος ο θεός αυτού κατάλειμμα εν Ιερουσαλήμ ίνα στήση τα τέκνα αυτού μετ΄ αυτόν και στήση την Ιερουσαλήμ ως εποίησε Δαυίδ το ευθές ενώπιον κυρίου και ουκ εξέκλινεν από πάντων ων ενετείλατο αυτώ πάσας τας ημέρας της ζωής αυτού εκτός εν ρήματι Ουρίου του Χετταίου και πόλεμος ην μεταξύ Ροβοάμ και μεταξύ Ιεροβοάμ πάσας τας ημέρας της ζωής αυτού και τα λοιπά των λόγων Αβιά και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γεγραμμένα επί βιβλίου λόγων των ημερών των βασιλέων Ιούδα και πόλεμος ην αναμέσον Αβιά και αναμέσον Ιεροβοάμ και εκοιμήθη Αβιά μετά των πατέρων αυτού και θάπτεται εν πόλει Δαυίδ και εβασίλευσεν Ασά υιός αυτού αντ΄ αυτού

Asa Reigns in Judah

εν τω ενιαυτώ τω εικοστώ του Ιεροβοάμ βασιλέως του Ισραήλ βασιλεύει Ασά επί Ιούδαν 10 και τεσσαράκοντα και εν έτος εβασίλευσεν εν Ιερουσαλήμ και όνομα της μητρός αυτού Μααχά θυγάτηρ Αβεσαλώμ 11 και εποίησεν Ασά το ευθές ενώπιον κυρίου ως Δαυίδ ο πατήρ αυτού 12 και αφείλε τας τελετάς από της γης και εξαπέστειλε πάντα τα επιτηδεύματα α εποίησαν οι πατέρες αυτού 13 και την Μααχά την μητέρα αυτού μετέστησε του μη είναι ηγουμένην καθώς εποίησε σύνοδον εν τω άλσει αυτής και εξέκοψεν Ασά τας καταδύσεις αυτής και ενέπρησε εν πυρί εν τω χειμάρρω κεδρών 14 τα δε υψηλά ουκ εξήρε πλην η καρδία Ασά ην τελεία μετά κυρίου πάσας τας ημέρας αυτού 15 και εισήνεγκεν Ασά εις τον οίκον κυρίου τους κίονας του πατρός αυτού και τους κίονας τους αργυρούς και χρυσούς και εισήνεγκεν εις τον οίκον κυρίου αργύριον και χρυσίον και σκεύη

Israel Wars with Judah

16 και πόλεμος ην αναμέσον Ασά και αναμέσον Βαασά βασιλέως Ισραήλ πάσας τας ημέρας αυτών 17 και ανέβη Βαασά βασιλεύς Ισραήλ επί Ιούδαν και ωκοδόμησε την Ραμά του μη είναι εκπορευόμενον και εισπορευόμενον τω Ασά βασιλεί Ιούδα 18 και έλαβεν Ασά σύμπαν το αργύριον και το χρυσίον το ευρεθέν εν τοις θησαυροίς οίκου κυρίου και εν τοις θησαυροίς του οίκου του βασιλέως και έδωκεν αυτά εις χείρας των παίδων αυτού και εξαπέστειλεν αυτούς ο βασιλεύς Ασά προς υιόν Αδέρ υιόυ Ταβρεμών υιόυ Αζιών βασιλέως Συρίας του κατοικούντος εν Δαμασκώ λέγων 19 διαθήκην αναμέσον εμού και αναμέσον σου και αναμέσον του πατρός μου και του πατρός σου ιδού εξαπέσταλκά σοι δώρα αργυρίου και χρυσίου δεύρο διασκέδασον την διαθήκην σου την προς Βαασά βασιλέα Ισραήλ και αναβήσεται απ΄ εμού 20 και ήκουσεν υιός Αδέρ του βασιλέως Ασά και απέστειλε τους άρχοντας της δυνάμεως αυτού εν ταις πόλεσι του Ισραήλ και επάταξε την Αϊν και την Δαν και την Αβέλ οίκου Μααχά και πάσαν την Χενερέθ έως πάσης της γης Νεφθαλίμ 21 και εγένετο ως ήκουσε Βαασά και δίελιπε του οικοδομείν την Ραμά και ανέστρεψεν εις Θερσά 22 και ο βασιλεύς Ασά παρήγγειλε παντί Ιούδα εν ακί και αίρουσι τους λίθους της Ραμά και τα ξύλα αυτής α ωκοδόμησε Βαασά και ωκοδόμησεν εν αυτοίς Ασά ο βασιλεύς τον βουνόν Βενιαμίν και την σκοπιάν 23 και τα λοιπά των λόγων Ασά και πάσα η δυναστεία αυτού και πάντα α εποίησε και τας πόλεις ας ωκοδόμησεν ουκ ιδού ταύτα γεγραμμένα εστίν επί βιβλίω λόγων των ημερών των βασιλέων Ιούδα πλην εν τω καιρώ του γήρους αυτού επόνεσε τους πόδας αυτού 24 και εκοιμήθη Ασά μετά των πατέρων αυτού και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ του πατρός αυτού και εβασίλευσεν Ιωσαφάτ υιός αυτού αντ΄ αυτού 25 και Ναβάδ υιός Ιεροβοάμ βασιλεύει επί Ισραήλ εν έτει δευτέρω του Ασά βασιλέως Ιούδα και εβασίλευσεν επί τον Ισραήλ δύο έτη 26 και εποίησε το πονηρόν ενώπιον κυρίου και επορεύθη εν οδώ του πατρός αυτού και εν ταις αμαρτίαις αυτού εν αις εξήμαρτον τον Ισραήλ 27 και περιεκάθισεν επ΄ αυτόν Βαασά υιός Αχία επί τον οίκον Ισσάχαρ και επάταξεν αυτόν εν Γαβαθών τη των αλλοφύλων και Ναβάδ και πας Ισραήλ περιεκάθητο επί Γαβαθών 28 και εθανάτωσεν αυτόν Βαασά εν έτει τρίτω του Ασά βασιλέως Ιούδα και εβασίλευσεν αντ΄ αυτού

Baasha Strikes the House of Jeroboam

29 και εγένετο ως εβασίλευσεν επάταξεν όλον τον οίκον Ιεροβοάμ και ουχ υπελίπετο πάσαν πνοήν του Ιεροβοάμ έως του εξολοθρεύσαι αυτόν κατά το ρήμα κυρίου ο ελάλησεν εν χειρί δούλου αυτού Αχία του Σηλωνίτου 30 περί των αμαρτιών Ιεροβοάμ ος εξήμαρτε τον Ισραήλ και εν τω παροργισμώ αυτού εν ω παρώργισε τον κύριον θεόν του Ισραήλ 31 και τα λοιπά των λόγων Ναβάδ και πάντα όσα εποίησεν ουκ ιδού ταύτα γεγραμμένα εστίν εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ 32 και πόλεμος ην αναμέσον Ασά και αναμέσον Βαασά βασιλέως Ισραήλ πάσας τας ημέρας αυτών 33 εν τω έτει τω τρίτω του Ασά βασιλέως Ιούδα βασιλεύει Βαασά υιός Αχία επί Ισραήλ εν Θερσά είκοσι και τέσσαρα έτη 34 και εποίησε το πονηρόν ενώπιον κυρίου και επορεύθη εν οδώ Ιεροβοάμ υιόυ Ναβάτ και εν ταις αμαρτίαις αυτού αις εξήμαρτε τον Ισραήλ
Copyright information for ABPGRK