1 Kings 18

CHAPTER 18

Elijah Sent to Ahab

1και εγένετο μεθ΄ ημέρας πολλάς και ρήμα κυρίου εγένετο προς Ηλίαν εν τω ενιαυτώ τω τρίτω λέγων πορεύου και όφθητι τω Αχαάβ και δώσω υετόν επί πρόσωπον της γης 2και επορεύθη Ηλίας του οφθήναι τω Αχαάβ και ην λιμός κραταιός εν Σαμαρεία 3και εκάλεσεν Αχαάβ τον Αβδίου τον οικονόμον και Αβδίου ην φοβούμενος τον κύριον σφόδρα

Obadiah Hides the Prophets

4και εγένετο εν τω τύπτειν Ιεζάβελ τους προφήτας κυρίου και έλαβεν Αβδίου εκατόν προφήτας και κατέκρυψεν αυτούς ανά πεντήκοντα εν δύο σπηλαίοις και διέτρεφεν αυτούς εν άρτω και ύδατι 5και είπεν Αχαάβ προς Αβδίου δεύρο και διέλθωμεν εν την γην επί τας πηγάς των υδάτων και επί πάντας τους χειμάρρους ει πως εύρωμεν βοτάνην και περιποιησώμεθα ίππους και ημιόνους και ουκ εξολοθρευθήσονται απ΄ ημών κτήνη 6και διεμέρισαν εαυτοίς την οδόν του πορευθήναι εν αυτήν Αχαάβ επορεύθη εν οδώ μία και Αβδίου επορεύθη εν οδώ άλλη μόνος 7και ην Αβδίου εν τη οδώ μόνος και ιδού Ηλίας εις συνάντησιν αυτώ και Αβδίου έσπευσε και έπεσεν επί πρόσωπον αυτού και είπεν ει συ ει αυτός κύριέ μου Ηλία

Elijah Sends Obadiah to Ahab

8και είπεν Ηλίας αυτώ εγώ πορεύου λέγε τω κυρίω σου ιδού Ηλίας 9και είπεν Αβδίου τι ημάρτηκα ότι συ δίδως τον δούλόν σου εις χείρας Αχαάβ του θανατώσαί με 10ζη κύριος ο θεός σου ει έστιν έθνος η βασιλεία ου ουκ απέστειλεν ο κύριός μου ζητείν σε και ει είπον ουκ έστι και ώρκισεν την βασιλείαν και τας χώρας αυτής ότι ουχ εύρηκέ σε 11και νυν συ λέγεις πορεύου ανάγγελλε τω κυρίω σου ιδού Ηλίας 12και έσται εάν εγώ απέλθω από σου και πνεύμα κυρίου αρεί σε εις την γην ην ουκ οίδα και εισελεύσομαι του απαγγείλαι τω Αχαάβ και ουχ εύρη σε και αποκτενεί με και ο δούλός σου εστί φοβούμενος τον κύριον εκ νεότητος αυτού 13η ουκ απηγγέλη σοι τω κυρίω μου οία πεποίηκα εν τω αποκτείνειν Ιεζάβελ τους προφήτας κυρίου και έλαβον εκ των προφητών κυρίου εκατόν άνδρας και έκρυψα αυτούς εν τοις σπηλαίοις ανά πεντήκοντα και έθρεψα αυτούς εν άρτοις και ύδατι 14και νυν συ λέγεις πορεύου λέγε τω κυρίω σου ιδού Ηλίας και αποκτενεί με 15και είπεν Ηλίας ζη κύριος των δυνάμεων ω παρέστην ενώπιον αυτού ότι σήμερον οφθήσομαι αυτώ 16και επορεύθη Αβδίου εις συνάντησιν τω Αχαάβ και απήγγειλεν αυτώ και εξέδραμεν Αχαάβ και επορεύθη εις συνάντησιν Ηλίου 17και εγένετο ως είδεν Αχαάβ τον Ηλίαν και είπεν Αχαάβ προς Ηλίαν ει συ ει αυτός ο διαστρέφων τον Ισραήλ

Elijah and the Prophets of Baal

18και είπεν Ηλίας ου διαστρέφω τον Ισραήλ αλλ΄ η συ και ο οίκος του πατρός σου εν τω καταλιμπανείν υμάς τον κύριον θεόν υμών και πορευθήναι οπίσω των Βααλείμ 19και νυν απόστειλον και συνάθροισον προς με πάντα Ισραήλ εις το όρος το Καρμήλιον και τους προφήτας του Βάαλ τετρακοσίους και πεντήκοντα και τους προφήτας των αλσών τετρακοσίους εσθίοντας τράπεζαν Ιεζάβελ 20και απέστειλεν Αχαάβ εις πάντα τον Ισραήλ και επισυνήγαγε πάντας τους προφήτας εις το όρος το Καρμήλιον 21και προσήλθεν Ηλίας προς πάντα τον λαόν και είπε προς αυτούς έως πότε υμείς χωλανείτε επ΄ αμφοτέραις ταις ιγνύαις υμών ει έστι κύριος ο θεός πορεύεσθε οπίσω αυτού ει δε ο Βάαλ πορεύεσθε οπίσω αυτού και ουκ απεκρίθη ο λαός λόγον 22και είπεν Ηλίας προς τον λαόν εγώ υπολέλειμμαι προφήτης κυρίου μονώτατος και οι προφήται του Βάαλ τετρακόσιοι και πεντήκοντα άνδρες 23δότωσαν ουν ημίν δύο βόας και εκλεξάσθωσαν εαυτοίς τον ένα και μελισάτωσαν και επιθέτωσαν επί των ξύλων και πυρ μη επιθέτωσαν και εγώ ποιήσω τον βούν τον άλλον και πυρ ου μη επίθω 24και βοάτε εν ονόματι των θεων υμών και εγώ επικαλέσομαι εν τω ονόματι κυρίου του θεού μου και έσται ο θεός ος αν επακούση εν πυρί ούτος θεός και απεκρίθη πας ο λαός και είπεν αγαθός ο λόγος ον ελάλησας 25και είπεν Ηλίας τοις προφήταις του Βάαλ εκλέξασθε εαυτοίς τον βουν τον ένα και ποιήσατε πρώτοι ότι υμείς πολλοί και επικαλείσθε εν ονόματι θεού υμών και πυρ μη επίθητε 26και έλαβον τον βουν και εποίησαν και επεκαλούντο εν ονόματι του Βάαλ εκ πρωϊας έως μεσημβρίας και είπον επάκουσον ημών ω Βάαλ επάκουσον ημών και ουκ ην φωνή και ουκ ην ακρόασις και διέτρεχον επί του θυσιαστηρίου ου εποίησαν 27και εγένετο μεσημβρία και εμυκτήρισεν αυτούς Ηλίας ο Θεσβίτης και είπεν επικαλείσθε εν φωνή μεγάλη μήποτε αδολεσχία τις εστιν αυτώ και άμα μήποτε χρηματίζει αυτός η μήποτε καθεύδει και εξαναστήσεται 28και επεκαλούντο εν φωνή μεγάλη και κατετέμνοντο κατά τον εθισμόν αυτών εν μαχαίραις και εν σειρομάσταις έως εκχύσεως αίματος επ΄ αυτούς 29και προεφήτευον έως ου παρήλθε το μεσημβρινόν και εγένετο ως ο καιρός της μεσημβρίας του αναβήναι την θυσίαν και ουκ ην φωνή και ουκ ην ακρόασις 30και είπεν Ηλίας προς τον λαόν προσαγάγετε προς με και προσήγαγε πας ο λαός προς αυτόν και ιάσατο το θυσιαστήριον το κατεσκαμμένον 31και έλαβεν Ηλίας δώδεκα λίθους κατά αριθμόν των φυλών του Ισραήλ ως ελάλησε κύριος προς αυτόν λέγων Ισραήλ έσται το όνομά σου 32και ωκοδόμησε τους λίθους εν ονόματι κυρίου και ιάσατο το θυσιαστήριον κυρίου το κατασκαμμένον και εποίησε θάλασσαν χωρούσαν δύο μετρητάς σπέρματος κυκλόθεν του θυσιαστηρίου 33και επέθηκε τας σχίδακας επί το θυσιαστήριον ο εποίησεν και εμέλισε το ολοκαύτωμα και επέθηκεν επί τας σχίδακας και εστοίβασεν επί το θυσιαστήριον και είπεν Ηλίας λάβετέ μοι τέσσαρας υδρίας ύδατος και επιχέατε επί το ολοκαύτωμα και επί τας σχίδακας 34και είπε δευτερώσατε και εδευτέρωσαν και είπε τρισσώσατε και ετρίσσευσαν 35και επορεύετο το ύδωρ κύκλω του θυσιαστηρίου και την θάλασσαν έπλησεν ύδατος 36και ως ην καιρός του προσφέρεσθαι την θυσίαν και παρεγένετο Ηλίας ο προφήτης και είπε κύριε ο θεός Αβραάμ και Ισαάκ και Ισραήλ σήμερον γνώτω πας ο λαός ούτος ότι συ ει κύριος ο θεός Ισραήλ και εγώ δούλός σου και διά σε πεποίηκα ταύτα πάντα 37επάκουσόν μου κύριε επάκουσόν μου και γνώτω ο λαός ούτος ότι συ κύριος ο θεός και συ έστρεψας την καρδίαν του λαού τούτου οπίσω

The Whole Burnt-offering and Altar Devoured

38και έπεσε πυρ παρά κυρίου εκ του ουρανού και κατέφαγε το ολοκαύτωμα και τας σχίδακας και το ύδωρ το εν τη θαλάσση και τους λίθους και τον χουν εξέλιξε το πυρ 39και είδε πας ο λαός και έπεσεν επί πρόσωπον αυτών και είπον αληθώς κύριός εστιν θεός κύριος αυτός εστι θεός 40και είπεν Ηλίας προς τον λαόν συλλάβετε τους προφήτας του Βάαλ μηδείς σωθήτω εξ αυτών και συνέλαβον αυτούς και κατήγαγεν αυτούς Ηλίας εις τον χειμάρρουν Κισών και έσφαξεν αυτούς εκεί 41και είπεν Ηλίας τω Αχαάβ ανάβηθι και φάγε και πίε ότι φωνή του ήχους του υετού 42και ανέβη Αχαάβ του φαγείν και πιείν και Ηλίας ανέβη εις τον Κάρμηλον και έκυψεν επί την γην και έθηκε το πρόσωπον αυτού αναμέσον των γονάτων αυτού 43και είπε τω παιδαρίω αυτού ανάβηθι και επίβλεψον οδόν της θαλάσσης και ανέβη και επέβλεψε το παιδάριον και είπεν ουκ έστιν ουθέν και είπεν Ηλίας επίστρεψον επτάκις 44και εγένετο εν τω εβδόμω και ιδού νεφέλη μικρά ως ίχνος ανδρός ανάγουσα ύδωρ από θαλάσσης και είπεν ανάβηθι και είπον τω Αχαάβ ζεύξον το άρμα σου και κατάβηθι μη καταλάβη σε ο υετός 45και εγένετο έως ώδε και ώδε και ο ουρανός συνεσκότασε εν νεφέλαις και πνεύματι και εγένετο υετός μέγας και ίππευσεν Αχαάβ και επορεύετο εις Ιεζραήλ 46και χειρ κυρίου εγένετο επί τον Ηλίαν και συνέσφιγξε την οσφύν αυτού και έτρεχεν έμπροσθεν Αχαάβ έως Ιεζραήλ
Copyright information for ABPGRK