1 Kings 2

CHAPTER 2

David Gives Charge to Solomon

και ήγγισαν αι ημέραι Δαυίδ του αποθανείν αυτόν και ενετείλατο τω υιώ αυτού Σολομώντι λέγων εγώ ειμι πορεύομαι εν οδώ πάσης της γης και ισχύσεις και έση εις άνδρα και φυλάξεις την φυλακήν κυρίου του θεού σου του πορεύεσθαι εν ταις οδοίς αυτού φυλάσσειν τας εντολάς αυτού και τα δικαιώματα και τα κρίματα και τα μαρτύρια αυτού καθώς γέγραπται εν τω νόμω Μωυσή ίνα συνιής πάντα α ποιήσεις και πανταχή ου αν επιβλέψης εκεί όπως στήση κύριος τον λόγον αυτού ον ελάλησε περί μου λέγων εάν φυλάξωσιν οι υιοί σου την οδόν αυτών του πορεύεσθαι ενώπιόν μου εν αληθεία εν όλη καρδία αυτών και εν όλη ψηχή αυτών λέγων ουκ εξαρθήσεταί σοι ανήρ από του θρόνου Ισραήλ και νυν συ οίδας α εποίησε μοι Ιωάβ υιός Σαρουϊα και α εποίησέ τοις δυσίν άρχουσι των δυνάμεων Ισραήλ τω Αβενήρ υιώ Νηρ και τω Αμεσσά υιώ Ιεθέρ και απέκτεινεν αυτούς και έταξε τα αίματα πολέμου εν ειρήνη και έδωκεν αίμα αθώον εν τη ζώνη αυτού τη εν τη οσφυϊ αυτού και εν τω υποδήματι αυτού τω εν τω ποδί αυτού και ποιήσεις κατά την σοφίαν σου και ου κατάξεις την πολιάν αυτού εν ειρήνη εις άδου και τοις υιοίς Βερζελλί του Γαλααδίτου ποιήσεις έλεος και έσονται εν τοις εσθίουσι την τράπεζάν σου ότι ούτως ήγγισάν μοι εν τω φεύγειν με εκ προσώπου του αδελφού σου Αβεσαλώμ και ιδού μετά σου Σεμεϊ υιός Γηρά υιός του Ιεμενί εκ Βαουρίν και αυτός κατηράσατό με κατάραν οδυνηράν εν τη ημέρα η επορευόμην εις παρεμβολάς και αυτός κατέβη εις απάντησίν μου επί τον Ιορδάνην και ώμοσα αυτώ εν κυρίω λέγων ει θανατώσω σε εν ρομφαία και ου μη αθωώσης αυτόν ότι ανήρ σοφός ει συ και γνώση α ποιήσεις αυτώ και κατάξεις την πολιάν αυτού εν αίματι εις άδου

The Death of David

10 και εκοιμήθη Δαυίδ μετά των πατέρων αυτού και ετάφη εν τη πόλει Δαυίδ 11 και αι ημέραι ας εβασίλευσε Δαυίδ επί Ισραήλ τεσσαράκοντα έτη εν Χεβρών εβασίλευσεν επτά έτη και εν Ιερουσαλήμ εβασίλευσε τριάκοντα και τρία έτη 12 και Σολομών εκάθισεν επί του θρόνου Δαυίδ του πατρός αυτού και ητοιμάσθη η βασιλεία αυτού σφόδρα 13 και εισήλθεν Αδωνίας υιός Αγγίθ προς Βηρσαβεαί την μητέρα Σολομώντος και προσεκύνησεν αυτή και είπεν ειρήνη η είσοδός σου και είπεν ειρήνη 14 και είπεν λόγος μοι προς σε και είπεν αυτώ λάλησον 15 και είπεν αυτή συ οίδας ότι εμοί ην η βασιλεία και επ΄ εμέ έθετο πας Ισραήλ το πρόσωπον αυτών εις βασιλέα και επεστράφη η βασιλεία και εγένετο τω αδελφώ μου ότι παρά κυρίου ην αυτώ 16 και νυν αίτησιν μίαν εγώ αιτούμαι παρά σου μη αποστρέψης το πρόσωπόν σου και είπεν αυτώ Βηρσαβεαί λάλει 17 και είπεν αυτή είπον δη προς Σολομώντα τον βασιλέα ότι ουκ αποστρέψει το πρόσωπόν σου και δώσει μοι την Αβισάγ την Σουναμίτιν εις γυναίκα 18 και είπεν Βηρσαβεαί καλώς εγώ λαλήσω περί σου τω βασιλεί 19 και εισήλθε Βηρσαβεαί προς τον βασιλέα Σολομώντα λαλήσαι αυτώ περί Αδωνίου και εξανέστη ο βασιλεύς εις απάντησιν αυτής και προσεκύνησεν αυτήν και εκάθισεν επί τον θρόνον αυτού και ετέθη θρόνος τη μητρί του βασιλέως και εκάθισεν εκ δεξιών αυτού 20 και είπεν αυτώ αίτησιν μίαν μικράν εγώ αιτούμαι παρά σου μη αποστρέψης το πρόσωπόν μου και είπεν αυτή ο βασιλεύς αίτησαι μήτερ εμή ότι ουκ αποστρέψω σε 21 και είπε δοθήτω δη Αβισάγ η Σουναμίτις τω Αδωνία τω αδελφώ σου εις γυναίκα 22 και απεκρίθη ο βασιλεύς Σολομών και είπε τη μητρί αυτού και ινατί συ ήτησαι την Αβισάγ τω Αδωνία και αίτησαι αυτώ την βασιλείαν ότι ούτος ο αδελφός μου ο μέγας υπέρ εμέ και αυτώ Αβιάθαρ ο ιερεύς και αυτώ Ιωάβ υιός Σαρουϊα αρχιστράτηγος εταίρος 23 και ώμοσεν ο βασιλεύς Σολομών κατά του κυρίου λέγων τάδε ποιήσαι μοι ο θεός και τάδε προσθείη ότι κατά της ψυχής αυτού ελάλησεν Αδωνίας τον λόγον τούτον

Solomon Puts Adonijah to Death

24 και νυν ζη κύριος ος ητοίμασέ με και έθετό με επί τον θρόνον Δαυίδ του πατρός μου και αυτός εποίησέ μοι οίκον καθώς ελάλησέ κύριος ότι σήμερον θανατωθήσεται Αδωνίας 25 και εξαπέστειλεν ο βασιλεύς Σολομών εν χειρί Βανέου υιόυ Ιωδαέ και ανείλεν αυτόν και απέθανεν 26 και τω Αβιάθαρ τω ιερεί είπεν ο βασιλεύς απότρεχε εις Αναθώθ εις τον αγρόν σου ότι ανήρ θανάτου ει συ και εν τη ημέρα ταύτη ου θανατώσω σε ότι ήρας την κιβωτόν της διαθήκης κυρίου ενώπιον Δαυίδ του πατρός μου και ότι εκακουχήθης εν πάσιν οις εκακουχήθη ο πατήρ μου 27 και εξέβαλε Σολομών τον Αβιάθαρ του μη είναι εις ιερέα τω κυρίω του πληρωθήναι το ρήμα κυρίου ο ελάλησεν επί τον οίκον Ηλί εν Συλώ 28 και η ακοή ήλθεν έως Ιωάβ υιόυ Σαρουϊα ότι Ιωάβ ην κεκλικώς οπίσω Αδωνίου και οπίσω Σολομώντος ουκ εξέκλινε και έφυγεν Ιωάβ εις το σκήνωμα του κυρίου και κατέσχε των κεράτων του θυσιαστηρίου

Solomon Puts Joab to Death

29 και απηγγέλη τω Σολομώντι λέγοντες ότι πέφευγεν Ιωάβ εις την σκηνήν του κυρίου και ιδού κατέχει των κεράτων του θυσιαστηρίου και απέστειλε Σολομών τον Βανέαν υιόν Ιωδαέ λέγων πορεύου και άνελε αυτόν 30 και ήλθε Βανέας προς Ιωάβ εις την σκηνήν κυρίου και είπεν προς αυτόν τάδε λέγει ο βασιλεύς έξελθε και είπεν Ιωάβ ουκ εκπορεύομαι ότι ώδε αποθανούμαι και επέστρεψε Βανέας και είπε τω βασιλεί λέγων τάδε λελάληκεν Ιωάβ και τάδε αποκέκριταί μοι 31 και είπεν αυτώ ο βασιλεύς πορεύου και ποίησον αυτώ καθώς είρηκε και άνελε αυτόν και θάψεις αυτόν και εξαρείς σήμερον το αίμα ο εξέχεεν Ιωάβ δωρεάν απ΄ εμού και από του οίκου του πατρός μου 32 και επέστρεψε κύριος το αίμα της αδικίας αυτού εις κεφαλήν αυτού ως απήντησε τοις δυσίν ανθρώποις τοις δικαίοις και αγαθοίς υπέρ αυτόν και απέκτεινεν αυτούς εν ρομφαία και ο πατήρ μου Δαυίδ ουκ έγνω τον Αβενήρ υιόν Νηρ αρχιστράτηγον Ισραήλ και τον Αμασά υιόν Ιεθέρ αρχιστράτηγον Ιούδα 33 και αποστραφήτω τα αίματα αυτών εις την κεφαλήν αυτού και εις την κεφαλήν του σπέρματος αυτού εως αιώνος και τω Δαυίδ και τω σπέρματι αυτού και τω οίκω αυτού και τω θρόνω αυτού γένοιτο ειρήνη παρά κυρίου έως αιώνος 34 και ανέβη Βανέας υιός Ιωδαέ και απήντησεν αυτώ και εθανάτωσεν αυτόν και έθαψεν αυτόν εν τω οίκω αυτού εν τη ερήμω 35 και έδωκεν ο βασιλεύς τον Βανέαν υιόν Ιωδαέ αντ΄ αυτού επί την στρατιάν και τον Σαδώκ τον ιερέα έδωκεν ο βασιλεύς εις ιερέα πρώτον αντί Αβιάθαρ

Solomon Puts Shimei to Death

36 και αποστείλας εκάλεσεν ο βασιλεύς τον Σεμεϊ και είπεν αυτώ οικοδόμησον σεαυτώ οίκον εν Ιερουσαλήμ και κάθου εκεί και ουκ εξελεύση εκείθεν ουδαμού 37 και έσται εν τη ημέρα της εξόδου σου και διαβήση τον χειμάρρουν τον Κεδρών γινώσκων γνώση ότι θανάτω αποθάνη το αίμά σου έσται επί την κεφαλήν σου 38 και είπε Σεμεϊ προς τον βασιλέα αγαθόν το ρήμα ο ελάλησας κύριέ μου βασιλεύ ούτω ποιήσει ο δούλός σου και εκάθισε Σεμεϊ εν Ιερουσαλήμ τρία έτη 39 και εγένετο μετά τρία έτη και απέδρασαν δύο δούλοι Σεμεϊ προς Αχίς υιόν Μααχά βασιλέα Γεθ και απήγγειλαν τω Σεμεϊ λέγοντες ιδού οι δούλοί σου εν Γεθ 40 και ανέστη Σεμεϊ και επέσαξε τον όνον αυτού και επορεύθη εις Γεθ προς Αχίς του εκζήτησαι τους δούλους αυτού και επορεύθη Σεμεϊ και ήγαγε τους δούλους αυτού εκ Γεθ 41 και απήγγελη τω Σολομώντι λέγοντες ότι επορεύθη Σεμεϊ εξ Ιερουσαλήμ εις Γεθ και ανέστρεψε 42 και απέστειλεν ο βασιλεύς και εκάλεσε τον Σεμεϊ και είπε προς αυτόν ουχί ωρκισά σε κατά του κυρίου και επεμαρτυράμην σοι λέγων εν η αν ημέρα εξέλθης εξ Ιερουσαλήμ και πορευθής εις δεξιά η αριστερά γινώσκων γνώση ότι θανάτω αποθάνη και είπας μοι αγαθόν το ρήμα ο ήκουσας 43 και τι ουκ εφύλαξας τον όρκον κυρίου και την εντολήν ην ενετειλάμην κατά σου 44 και είπεν ο βασιλεύς προς Σεμεϊ συ οίδας πάσαν την κακίαν σου ην οιδεν η καρδία σου α εποίησας Δαυίδ τω πατρί μου και ανταπέδωκε κύριος την κακίαν σου εις κεφαλήν σου 45 και ο βασιλεύς Σολομών ευλογημένος και ο θρόνος Δαυίδ έσται έτοιμος ενώπιον κυρίου εις τον αιώνα 46 και ενετείλατο ο βασιλεύς Σολομών τω Βανέα υιώ Ιωδαέ και εξήλθε και ανείλεν αυτόν και απέθανε
Copyright information for ABPGRK