1 Kings 21

CHAPTER 21

Naboth's Vineyard

1και εγένετο μετά τα ρήματα ταύτα και αμπελών εις ην τω Ναβούθ τω Ιεζραηλίτη παρά τω οίκω Αχαάβ βασιλέως Σαμαρείας 2και ελάλησεν Αχαάβ προς Ναβούθ λέγων δος μοι τον αμπελώνά σου και έσται μοι εις κήπον λαχάνων ότι εγγίζων ούτος τω οίκω μου και δώσω σοι αντ΄ αυτού αμπελώνα άλλον αγαθόν υπέρ αυτόν ει δε αρέσκει ενώπιόν σου δώσω σοι αργύριον άλλαγμα αντί του αμπελώνός σου τούτο 3και είπεν Ναβούθ προς Αχαάβ μη μοι γένοιτο παρά κυρίου δούναι την κληρονομίαν των πατέρων μου σοι 4και ήλθεν Αχαάβ προς οίκον αυτού συγκεχυμένος και εκλελυμένος επί τω λόγω ω ελάλησεν προς αυτόν Ναβούθ ο Ιεσραηλίτης και είπεν ου δώσω σοι την κληρονομίαν των πατέρων μου σοι και εγένετο το πνεύμα Αχάβ τεταραγμένον και εκοιμήθη επί της κλίνης αυτού και συνεκάλυψε το πρόσωπον αυτού και ουκ έφαγεν άρτον 5και εισήλθεν Ιεζάβελ η γυνή αυτού προς αυτόν και ελάλησε προς αυτόν τι το πνεύμα σου τεταράκται και ουκ ει συ εσθίων άρτον 6και είπε προς αυτήν ότι ελάλησα προς Ναβούθ τον Ιεζραηλίτην λέγων δος μοι τον αμπελώνά σου αργυρίου ει δε μη βούλει δώσω σοι αμπελώνα αντ΄ αυτού και είπεν ου δώσω σοι την κληρονομίαν των πατέρων μου 7και είπε προς αυτόν Ιεζάβελ η γυνή αυτού συ νυν ούτω ποιείς βασιλείς επί Ισραήλ ανάστηθι και φάγε άρτον και σαυτού γενού εγώ δε δώσω σοι τον αμπελώνα Ναβούθ του Ιεζραηλίτου 8και έγραψε βιβλίον επι τω ονόματι Αχαάβ και εσφραγίσατο τη σφραγίδι αυτού και απέστειλε το βιβλίον προς τους πρεσβυτέρους και προς τους ελευθέρους τους κατοικούντας μετά Ναβούθ 9και εγέγραπτο εν τω βιβλίω λέγων νηστεύσατε νηστείαν και καθίσατε τον Ναβούθ εν αρχή του λαού 10και καθίσατε δύο άνδρας υιούς παρανόμων εξεναντίας αυτού και καταμαρτυρησάτωσαν αυτού λέγοντες ευλόγηκας θεόν και βασιλέα και εξαγαγέτωσαν αυτόν και λιθοβολησάτωσαν αυτόν και αποθανέτω 11και εποίησαν οι άνδρες της πόλεως αυτού οι πρεσβύτεροι και οι ελεύθεροι οι κατοικούντες εν τη πόλει αυτού καθώς απέστειλε προς αυτούς Ιεζάβελ και καθά εγέγραπτο εν τοις βιβλίοις οις απέστειλε προς αυτούς 12και εκάλεσαν νηστείαν και εκάθισαν τον Ναβούθ εν αρχή του λαού 13και εισήλθον δύο άνδρες υιοί παρανόμων και εκάθισαν εξεναντίας αυτού και κατεμαρτύρησαν αυτού λέγοντες ηυλόγηκας θεόν και βασιλέα και εξήγαγον αυτόν έξω της πόλεως και ελιθοβόλησαν αυτόν εν λίθοις και απέθανε 14και απέστειλαν προς Ιεζάβελ λέγοντες λελιθοβόληται Ναβούθ και τέθνηκε 15και εγένετο ως ήκουσε Ιεζάβελ των λεγόντων λελιθοβόληται Ναβούθ και τέθνηκεν είπεν Ιεζάβελ προς Αχαάβ ανάστα κληρονόμει τον αμπελώνα Ναβούθ του Ιεζραηλίτου ότι ουκ έδωκέ σοι αργυρίου ότι ουκ έστι Ναβούθ ζων αλλά τέθνηκε 16και εγένετο ως ήκουσεν Αχαάβ ότι τέθνηκε Ναβούθ ανέστη Αχαάβ και κατέβη εις τον αμπελώνα Ναβούθ του Ιεζραηλίτου του κληρονομήσαι αυτόν 17και είπε κύριος προς Ηλίαν τον Θεσβίτην λέγων 18ανάστηθι και κατάβηθι εις απάντησιν Αχαάβ βασιλέως Ισραήλ του εν Σαμαρεία ιδού ούτος εν τω αμπελώνι Ναβούθ ότι καταβέβηκεν εκεί κληρονομήσαι αυτόν

Elijah Speaks Judgment to Ahab

19και λαλήσεις προς αυτόν λέγων τάδε λέγει κύριος εφόνευσας και εκληρονόμησας διά τούτο τάδε λέγει κύριος εν τω τόπω ω έλειξαν οι κύνες το αίμα Ναβούθ εκεί λείξουσιν οι κύνες το αιμά σου 20και είπεν Αχαάβ προς Ηλίαν ει εύρηκάς με ο εχθρός μου και είπεν εύρηκα διότι πέπρασαι μάτην του ποιήσαι το πονηρόν ενώπιον κυρίου του παροργίσαι αυτόν 21τάδε λέγει κύριος ιδού εγώ επάγω επί σε κακά και εκκαύσω οπίσω σου και εξολοθρεύσω τον Αχαάβ ουρούντα προς τοίχον και συνεχόμενον και εγκαταλελειμμένον εν Ισραήλ 22και δώσω τον οίκον σου ως τον οίκον Ιεροβοάμ υιόυ Ναβάτ και ως τον οίκον Βαασά υιόυ Αχιά περί των παροργισμάτων ων παρώργισας και εξήμαρτες τον Ισραήλ 23και τη Ιεζάβελ ελάλησε κύριος λέγων οι κύνες φάγονται αυτήν εν τω προτειχίσματι του Ιεζραήλ 24τον τεθνηκότα του Αχαάβ εν τη πόλει φάγονται οι κύνες και τον τεθνηκότα αυτού εν τω πεδίω φάγονται τα πετεινά του ουρανού 25πλην ουκ ην ως Αχαάβ ος επράθη ποιήσαι το πονηρόν ενώπιον κυρίου ως μετέθηκεν αυτόν Ιεζάβελ η γυνή αυτού 26και εβδελύχθη σφόδρα του πορευθήναι οπίσω των βδελυγμάτων κατά πάντα όσα εποίησεν ο Αμορραίος ον εξωλόθρευσε κύριος από προσώπου των υιών Ισραήλ 27και εγένετο ως ήκουσεν Αχαάβ τα ρήματα ταύτα διέρρηξε τον χιτώνα αυτού και περιβάλετο σάκκον επί το σώμα αυτού και ενηστεύσατο και εκοιμήθη εν σάκκον και επορεύετο κεκυφώς 28και εγένετο ρήμα κυρίου προς Ηλίαν τον Θεσβύτην και είπεν 29εώρακας ως κατενύχθη Αχαάβ από προσώπου μου ανθ΄ ου ότι κατενύχθη από προσώπου μου ουκ επάξω την κακίαν εν ταις ημέραις αυτού αλλ΄ η εν ταις ημέραις του υιού αυτού επάξω την κακίαν επί τον οίκον αυτού
Copyright information for ABPGRK