1 Kings 22

CHAPTER 22

Jehoshaphat Allies with Ahab

και εκάθισε τρία έτη και ουκ ην πόλεμος αναμέσον Συρίας και αναμέσον Ισραήλ και εγένετο εν τω ενιαυτώ τω τρίτω και κατέβη Ιωσαφάτ βασιλεύς Ιούδα προς βασιλέα Ισραήλ και είπε ο βασιλεύς Ισραήλ προς τους παίδας αυτού ει οίδατε ότι ημίν Ραμώθ Γαλαάδ και ημείς σιωπώμεν του μη λαβείν αυτήν εκ χειρός βασιλέως Συρίας και είπε ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ ει αναβήση μεθ΄ εμού εις Ραμώθ Γαλαάδ εις πόλεμον και είπεν Ιωσαφάτ καθώς συ ούτως και εγώ καθώς ο λαός σου ούτως και λαός μου καθώς οι ίπποι σου οι ίπποι μου και είπεν Ιωσαφάτ βασιλεύς Ιούδα προς βασιλέα Ισραήλ επερωτήσατε δη σήμερον τον κύριον και συνήθροισεν ο βασιλεύς Ισραήλ πάντας τους προφήτας ως τετρακοσίους άνδρας και είπεν αυτοίς ει πορευθώ εις Ραμώθ Γαλαάδ εις πόλεμον η επίσχω και είπαν ανάβαινε ότι διδούς δώσει κύριος εις χείρας του βασιλέως και είπεν Ιωσαφάτ προς τον βασιλέα Ισραήλ ουκ έστιν ώδε προφήτης του κυρίου και επερωτήσομεν τον κύριον δι΄ αυτού και είπεν ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ έτι εις εστίν ανήρ εις το επερωτήσαι τον κύριον δι΄ αυτού και εγώ μεμίσηκα αυτόν ότι ου λαλεί περί εμού καλά αλλ΄ η κακά Μιχαίας υιός Ιαμλά και είπεν Ιωσαφάτ μη λεγέτω ο βασιλεύς ούτω και εκάλεσεν ο βασιλεύς Ισραήλ ευνούχον ένα και είπε το τάχος Μιχαίαν υιόν Ιαμλά 10 και ο βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα εκάθηντο έκαστος επί τον θρόνον αυτού ένοπλοι εν άλω πύλης Σαμαρείας και πάντες οι προφήται επροφήτευον ενώπιον αυτών 11 και εποίησεν εαυτώ Σεδεκίας υιός Χαναάμ κέρατα σιδηρά και είπε τάδε λέγει κύριος εν τούτοις κερατιείς την Συρίαν έως αν συντελεσθή 12 και πάντες οι προφήται επροφήτευον ούτως λέγοντες ανάβαινε εις Ραμώθ Γαλαάδ και ευοδώσει και δώσει κύριος εις χείράς σου τον βασιλέα Συρίας 13 και ο άγγελος ο πορευθείς καλέσαι τον Μιχαίαν ελάλησεν αυτώ λέγων ιδού δη πάντες οι προφήται λαλούσι στόματι ενί καλά περί του βασιλέως γίνου δη και συ εν λόγοις κατά τους λόγους ενός τούτων και λάλησον καλά 14 και είπε Μιχαίας ζη κύριος ότι ο εάν είπη κύριος προς με ταύτα λαλήσω 15 και ήλθε προς τον βασιλέα και είπεν αυτώ ο βασιλεύς Μιχαία ει αναβώ εις Ραμώθ Γαλαάδ εις πόλεμον η επίσχω και είπεν αυτώ ανάβαινε και ευοδώσει κύριος εν χειρί του βασιλέως 16 και είπεν αυτώ ο βασιλεύς ποσάκις εγώ ορκίζω σε όπως λαλήσης προς με αλήθειαν εν ονόματι κυρίου

Micaiah Prophesies Defeat

17 και είπε Μιχαίας ούτως εώρακα πάντα τον Ισραήλ διεσπαρμένον εν τοις όρεσιν ως πρόβατα ω ουκ έστι ποιμήν και είπε κύριος ου κύριος τούτοις αναστρεφέτω έκαστος εις τον οίκον αυτού εν ειρήνη 18 και είπε ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ βασιλέα Ιούδα ουκ ειπα προς σε ότι ου προφητεύει ούτος εμοί καλά αλλ΄ η κακά 19 και είπε Μιχαίας διά τούτο άκουσον τον λόγον κυρίου είδον κύριον θεόν Ισραήλ καθήμενον επί θρόνου αυτού και πάσα η στρατιά του ουρανού ειστήκει περί αυτόν εκ δεξιών αυτού και εξ αριστερών αυτού 20 και είπε κύριος τις απατήσει τον Αχαάβ βασιλέα Ισραήλ και αναβήσεται εν Ραμώθ Γαλαάδ και πεσείται εκεί και είπεν ούτος ούτως και ούτος ούτως 21 και εξήλθε πνεύμα και έστη ενώπιον κυρίου και είπεν εγώ απατήσω αυτόν 22 και είπε προς αυτόν κύριος εν τίνι και είπεν εξελεύσομαι και έσομαι πνεύμα ψευδές εν στόματι πάντων των προφητών αυτού και είπεν απατήσεις και γε δυνήση έξελθε και ποίησον ούτως 23 και νυν ιδού δέδωκε κύριος πνεύμα ψευδές εν στόματι πάντων των προφητών σου τούτων και κύριος ελάλησεν επί σε κακά 24 και προσήλθε Σεδεκίας υιός Χαναάν και επάταξε τον Μιχαίαν επί την σιαγόνα και είπε ποίον πνεύμα κυρίου απέστη απ΄ εμού του λαλήσαι εν σοι 25 και είπε Μιχαίας ιδού συ όψει εν τη ημέρα εκείνη όταν εισελεύση ταμίειον του ταμιείου του κρυβήναι

Micaiah Put under Guard

26 και είπεν ο βασιλεύς Ισραήλ λάβετε τον Μιχαίαν και αποστρέψατε αυτόν προς Αμών τον άρχοντα της πόλεως και προς Ιωάς υιόν του βασιλέως 27 και είπον ούτως λέγει ο βασιλεύς θέσθε αυτόν εν φυλακή και εσθιέτω άρτον θλίψεως και ύδωρ θλίψεως έως του επιστρέψαι με εν ειρήνη 28 και είπε Μιχαίας εάν επιστρέφων επιστρέψης εν ειρήνη ου λελάληκε κύριος εν εμοί και είπεν ακούσατω πας ο λαός 29 και ανέβη ο βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα μετ΄ αυτού εις Ραμώθ Γαλαάδ 30 και είπε ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ βασιλέα Ιούδα συγκαλύψομαι και εισελεύσομαι εις τον πόλεμον και συ ένδυσαι τον ιματισμόν μου και συνεκαλύψατο ο βασιλεύς Ισραήλ και εισήλθεν εις τον πόλεμον 31 και ο βασιλεύς Συρίας ενετείλατο τοις άρχουσι των αρμάτων αυτού τριάκοντα και δυσί λέγων μη πολεμείτε προς μικρόν η μέγαν αλλ΄ η τον βασιλέα Ισραήλ μονώτατον 32 και εγένετο ως είδον οι άρχοντες των αρμάτων τον Ιωσαφάτ βασιλέα Ιούδα και αυτοί είπον φαίνεται βασιλεύς Ισραήλ ούτος και εκύκλωσαν αυτόν του πολεμήσαι και ανέκραξε Ιωσαφάτ 33 και εγένετο ως είδον οι άρχοντες των αρμάτων ότι ουκ έστι βασιλεύς Ισραήλ ούτος και ανέστρεψαν απ΄ αυτού

Ahab Dies in Battle

34 και ενέτεινεν εις το τόξον αφελώς και επάταξε τον βασιλέα Ισραήλ αναμέσον του πνεύμονος και αναμέσον του θώρακος και είπε τω ηνιόχω αυτού επίστρεψον την χείρά σου και εξάγαγέ με εκ του πολέμου ότι τετραυμάτισμαι 35 και ετροπώθη ο πόλεμος εν τη ημέρα εκείνη και ο βασιλεύς ην εστηκώς επί του άρματος εξεναντίας Συρίας από πρωϊ έως εσπέρας και απέχυνε το αίμα από της πληγής εις τον κόλπον του άρματος 36 και έστη ο στρατοήρυξ εν τη παρεμβολή δύνοντος του ηλίου λέγων έκαστος εις την εαυτού πόλιν και έκαστος εις την εαυτού γην 37 ότι τέθνηκεν ο βασιλεύς και ήλθον εις Σαμαρείαν και έθαψαν τον βασιλέα εν Σαμαρεία 38 και απένιψαν το αίμα από του άρματος επί την κρήνην Σαμαρείας και εξέλειξαν οι κύνες το αίμα και αι πόρναι ελούσαντο εν τω αίματι κατά το ρήμα κυρίου ο ελάλησε 39 και τα λοιπά των λόγων Αχαάβ και πάντα όσα εποίησε και οίκον ελεφάντινον ον ωκοδόμησε και πάσας τας πόλεις ας εποίησεν ουκ ιδού ταύτα γέγραπται εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ 40 και εκοιμήθη Αχαάβ μετά των πατέρων αυτού και εβασίλευσεν Οχοζίας υιός αυτού αντ΄ αυτού

Jehoshaphat Reigns in Judah

41 και Ιωσαφάτ υιός Ασά εβασίλευσεν επί Ιούδα εν έτει τω τετάρτω του Αχαάβ βασιλέως Ισραήλ 42 και Ιωσαφάτ ην τριάκοντα και πέντε ετών εν τω βασιλεύειν αυτόν και είκοσι και πέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ και όνομα τη μητρί αυτού Αζουβά θυγάτηρ Σαλαϊ 43 και επορεύθη εν πάση οδώ Ασά του πατρός αυτού ουκ εξέκλινεν απ΄ αυτής του ποιήσαι το ευθές εν οφθαλμοίς κυρίου πλην των υψηλών ουκ εξήρεν έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς 44 και ειρήνευσεν Ιωσαφάτ μετά βασιλέως Ισραήλ 45 και τα λοιπά των λόγων Ιωσαφάτ και αι δυναστείαι αυτού ας εποίησεν ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών βασιλέων Ιούδα 46 και τους λοιπούς των τετελεσμένων των καταλελειμμένων εν ταις ημέραις Ασά του πατρός αυτού αφείλεν από της γης 47 και βασιλεύς ουκ ην εστηκώς εν Ιδουμαία 48 και Ιωσαφάτ εποίησε νήας Θαρσείς του πορεύεσθαι εις Οφίρ ένεκεν του χρυσίου και ουκ επορεύοντο ότι συνετρίβησαν αι νήες εν Γασιών Γάβερ 49 τότε είπεν Οχοζίας υιός Αχαάβ προς Ιωσαφάτ πορευέσθωσαν οι δούλοί μου μετά των δούλων σου και ουκ ηθέλησεν Ιωσαφάτ

Death of Jehoshaphat

50 και εκοιμήθη Ιωσαφάτ μετά των πατέρων αυτού και ετάφη παρά τοις πατράσιν αυτού εν πόλει Δαυίδ του πατρός αυτού και εβασίλευσεν Ιωράμ υιός αυτού αντ΄ αυτού 51 και Οχοζίας υιός Αχαάβ εβασίλευσεν επί Ισραήλ εν Σαμαρεία εν έτει επτακαιδεκάτω Ιωσαφάτ βασιλέως Ιούδα Οχοζίας υιός Αχαάβ εβασίλευσεν επί Ισραήλ εν Σαμαρεία δύο έτη 52 και εποίησε το πονηρόν εναντίον κυρίου και επορεύθη εν οδώ Αχαάβ του πατρός αυτού και εν οδώ Ιεζάβελ της μητρός αυτού και εν ταις αμαρτίαις οίκου Ιεροβοάμ υιόυ Ναβάτ ος εξήμαρτε τον Ισραήλ 53 και εδούλευσε τοις Βααλίμ και προσεκύνησεν αυτοίς και παρώργισε τον κύριον θεόν Ισραήλ κατά πάντα όσα εποίησεν ο πατήρ αυτού
Copyright information for ABPGRK