1 Kings 3

CHAPTER 3

Solomon Seeks Understanding in Judgment

1και η βασιλεία εστερεώθη εν χειρί του Σολομών και εγαμβρεύσατο Σολομών τω Φαραώ βασιλεί Αιγύπτου και έλαβε την θυγατέρα Φαραώ και εισήγαγεν αυτήν εις την πόλιν Δαυίδ έως του συντελέσαι αυτόν οικοδομήσαι τον οίκον αυτού και τον οίκον κυρίου εν πρώτοις και το τείχος Ιερουσαλήμ κύκλω 2πλην ο λαός ήσαν θυμιώντες επί τοις υψηλοίς ότι ουκ ωκοδομήθη οίκος τω ονόματι κυρίου έως του νυν 3και ηγάπησε Σολομών τον κύριον του πορεύεσθαι εν τοις προστάγμασι Δαυίδ του πατρός αυτού πλην εν τοις υψηλοίς έθυε και εθυμία 4και ανέστη και επορεύθη εις Γαβαών θύσαι εκεί ότι αυτή υψηλοτάτη και μεγάλη χιλιαν ολοκαύτωσιν ανήνεγκε Σολομών επί το θυσιαστήριον εν Γαβαών 5και ώφθη κύριος τω Σολομώντι εν ύπνω την νύκτα και είπε κύριος τω Σολομώντι αίτησαί τι αίτημα σεαυτώ 6και είπε Σολομών συ εποίησας μετά του δούλου σου Δαυίδ του πατρός μου έλεος μέγα καθώς διήλθεν ενώπιόν σου εν αληθεία και εν δικαιοσύνη και εν ευθύτητι καρδίας μετά σου και εφύλαξας αυτώ το έλεος το μέγα τούτο δούναι αυτώ υιόν καθήμενον επί τον θρόνον αυτού ως η ημέρα αύτη 7και νυν κύριε ο θεός μου συ εβασίλευσας τον δούλόν σου αντί Δαυίδ του πατρός μου και εγώ ειμι παιδάριον μικρόν και ουκ οίδα την είσοδόν μου και την έξοδόν μου 8και ο δούλός σου εν μέσω του λαού σου ον εξελέξω λαόν πολύν ος ουκ αριθμηθήσεται 9και δώσεις τω δούλω σου καρδίαν του ακούειν και διακρίνειν τον λαόν σου εν δικαιοσύνη του συνιέναι αναμέσον αγαθού και κακού ότι τις δυνήσεται κρίνειν τον λαόν σου τον βαρύν τούτον 10και ήρεσεν ο λόγος ενώπιον κυρίου ότι ητήσατο Σολομών το ρήμα τούτο 11και είπε κύριος προς αυτόν ανθ΄ ων ητήσω το ρήμα τούτο παρ΄ εμού και ουκ ητήσω σεαυτώ ημέρας πολλάς και ουκ ητήσω πλούτον ουδέ ητήσω ψυχάς των εχθρών σου αλλ΄ ητήσω σεαυτώ σύνεσιν του εισακούειν κρίμα 12ιδού πεποίηκα κατά το ρήμά σου ιδού δέδωκά σοι καρδίαν φρονίμην και σοφήν ως συ ου γέγονεν έμπροσθέν σου και μετά σε ουκ αναστήσεται όμοιός σοι 13και γε α ουκ ητήσω δέδωκά σοι και πλούτον και δόξαν ως ου γέγονεν ανήρ όμοιός σοι εν τοις βασιλεύσι 14και εάν πορευθής εν τη οδώ μου του φυλάσσειν τας εντολάς μου και τα προστάγματά μου ως επορεύθη Δαυίδ ο πατήρ σου και μακρυνώ τας ημέρας σου 15και εξυπνίσθη Σολομών και ιδού ενύπνιον και ανέστη και παραγίνεται εις Ιερουσαλήμ και έστη κατά πρόσωπον του θυσιαστηρίου του κατά πρόσωπον της κιβωτού διαθήκης κυρίου και ανήγαγεν ολοκαυτώσεις και εποίησεν ειρηνικάς και εποίησε πότον πάσι τοις παισίν αυτού

The Justice of Solomon

16τότε ώφθησαν δύο γυναίκες πόρναι τω βασιλεί και έστησαν ενώπιον αυτού 17και είπεν η γυνή μία εν εμοί κύριέ μου εγώ και η γυνή αύτη ωκούμεν εν οίκω ενί και ετέκομεν εν τω οίκω 18και εγένετο τη ημέρα τη τρίτη τεκούσης μου έτεκε και η γυνή αύτη και ήμεν κατά το αυτό και ουκ ην ουθείς μεθ΄ ημών πάρεξ αμφοτέρων ημών εν τω οίκω 19και απέθανεν ο υιός της γυναικός ταύτης την νύκτα ως επεκοιμήθη επ΄ αυτόν 20και ανέστη μεσόν της νυκτός και έλαβε τον υιόν μου εκ των αγκαλών μου και η δούλη σου εκοιμάτο και εκοίμισε αυτό εν τω κόλπω αυτής και τον υιόν τεθνηκότα εκοίμισεν εν τω κόλπω μου 21και ανέστην τοπρωϊ θηλάσαι τον υιόν μου και εκείνος ην τεθνηκώς και ιδού κατενόησα αυτόν τοπρωϊ και ιδού ουκ ην ο υιός μου ον έτεκον 22και είπεν η γυνή η ετέρα ουχί αλλά ο υιός μου ο ζων και υιός σου ο τεθνηκώς και αυτή είπεν ουχί ο υιός σου ο τενηκώς και υιός μου ο ζων και ελάλησαν ενώπιον του βασιλέως 23και είπεν ο βασιλεύς αυταίς συ λέγεις ούτος ο υιός μου ο ζων και ο υιός ταύτης ο τεθνηκώς και συ λέγεις ουχί αλλά ο υιός μου ο ζων και ο υιός ταύτης ο τεθνηκώς 24και είπεν ο βασιλεύς λάβετέ μοι μάχαιραν και προσήνεγκαν την μάχαιραν ενώπιον του βασιλέως 25και είπεν ο βασιλεύς διέλετε το παιδίον το ζων εις δύο και δότε το ήμισυ αυτού ταύτη και το ήμισυ αυτού ταύτη 26και απεκρίθη η γυνή ης ην ο υιός ο ζων και είπε προς τον βασιλέα ότι εταράχθη η μήτρα αυτής επί τω υιώ αυτής και είπεν εν εμοί κύριε δότε αυτή το παιδίον και θανάτω μη θανατώσητε αυτό και αύτη είπε μήτε εμοί μήτε αυτή έστω διέλετε αυτό 27και απεκρίθη ο βασιλεύς και είπε δότε το παιδίον το ζων τη ειπούση δότε αυτή αυτό και θανάτω μη θανατώσητε αυτό αυτή η μήτηρ αυτού 28και ήκουσε πας Ισραήλ το κρίμα τούτο ο έκρινεν ο βασιλεύς και εφοβήθησαν από προσώπου του βασιλέως ότι είδον ότι φρόνησις θεού εν αυτώ του ποιείν δικαιώμα
Copyright information for ABPGRK