1 Kings 8

CHAPTER 8

Solomon Holds an Assembly

1τότε εξεκκλησίασεν ο βασιλεύς Σολομών πάντας τους πρεσβυτέρους Ισραήλ και πάντας άρχοντας φυλών ηγεμόνας πατριών υιών Ισραήλ προς τον βασιλέα Σολομώντα εν Ιερουσαλήμ του ανενεγκείν την κιβωτόν της διαθήκης κυρίου εκ πόλεως Δαυίδ αύτη εστί Σιών 2εν μηνί αθανίμ εν εορτή αυτός αυτός εστιν μην έβδομος και ήλθον πάντες οι πρεσβύτεροι Ισραήλ 3και ήραν οι ιερείς την κιβωτόν 4και το σκήνωμα του μαρτυρίου και πάντα τα σκεύη τα άγια τα εν τω σκηνώματι του μαρτυρίου 5και ο βασιλεύς και πας ο λαός Ισραήλ έμπροσθεν της κιβωτού θύοντες βόας και πρόβατα αναρίθμητα 6και εισφέρουσιν οι ιερείς την κιβωτόν διαθήκης κυρίου εις τον τόπον αυτής εις το δαβίρ του οίκου εις τα άγια των αγίων υπό τας πτέρυγας των χερουβίμ 7ότι τα χερουβίμ διαπεπετασμένα ταις πτέρυξιν επί τον τόπον της κιβωτού και περιεκάλυπτον τα χερουβίμ επί την κιβωτόν και επί τα άγια αυτής επάνωθεν 8και υπερείχον τα ηγιασμένα και ενεβλέποντο αι κεφαλαί των ηγιασμένων εκ των αγίων επί πρόσωπον του δαβίρ και ουκ ωπτάνοντο έξω και ήσαν εκεί έως της ημέρας ταύτης 9ουκ ην εν τη κιβωτώ πλην αι δύο πλάκες λίθιναι πλάκες της διαθήκης ας έθηκεν εκεί Μωυσής εν Χωρήβ ας διέθετο κύριος μετά των υιών Ισραήλ εν τω εκπορεύεσθαι αυτούς εκ γης Αιγύπτου

God's Glory Fills the House

10και εγένετο ως εξήλθον οι ιερείς εκ του αγίου και η νεφέλη έπλησε τον οίκον 11και ουκ ηδύναντο οι ιερείς στήναι λειτουργείν από προσώπου της νεφέλης ότι έπλησε δόξα κυρίου τον οίκον κυρίου 12τότε είπε Σολομών κύριος είπεν του κατασκηνώσαι εν γνόφω 13και εγώ ωκοδόμησα οίκον τω ονόματί σου άγιόν σοι και έτοιμον και τη καθέδρα σου του κατασκηνώσαί σε εν αυτώ εις τους αιώνας 14και απέστρεψεν ο βασιλεύς το πρόσωπον αυτού και ευλόγησεν πάντα Ισραήλ και πάσα η εκκλησία Ισραήλ ειστήκει 15και είπεν ευλογητός κύριος ο θεός Ισραήλ ος ελάλησεν εν στόματι αυτού περί Δαυίδ του πατρός μου και εν ταις χερσίν αυτού επλήρωσε λέγων 16αφ΄ ης ημέρας εξήγαγον τον λαόν μου Ισραήλ εξ Αιγύπτου ουκ εξελεξάμην εν πόλει εν ενί σκήπτρω Ισραήλ του οικοδομήσαι οίκον του είναι το όνομά μου εκεί αλλ΄ εξελεξάμην εν Δαυίδ του είναι ηγούμενον επί τον λαόν μου Ισραήλ 17και εγένετο επί της καρδίας Δαυίδ του πατρός μου οικοδομήσαι οίκον τω ονόματι κυρίου θεού Ισραήλ 18και είπε κύριος προς Δαυίδ τον πατέρα μου οτι εγένετο επί την καρδίαν σου οικοδομήσαι οίκον τω ονόματί μου καλώς εποίησας ότι εγένετο επί την καρδίαν σου 19πλην συ ουκ οικοδομήσεις τον οίκον αλλ΄ η ο υιός σου ο εξελθών εκ των πλευρών σου ούτος οικοδομήσει τον οίκον τω ονόματί μου 20και ανέστησε κύριος το ρήμα αυτού ο ελάλησε και ανέστην αντί Δαυίδ του πατρός μου και εκάθισα επί του θρόνου Ισραήλ καθώς ελάλησε κύριος και ωκοδόμησα τον οίκον τω ονόματι κυρίου του θεού Ισραήλ 21και εθέμην εκεί τόπον τη κιβωτώ εν η εστιν εκεί διαθήκη κυρίου ην διέθετο κύριος μετά των πατέρων ημών εν τω εξαγαγείν αυτόν αυτούς εκ γης Αιγύπτου

Solomon's Prayer

22και έστη Σολομών κατά πρόσωπον του θυσιαστηρίου κυρίου ενώπιον πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού εις τον ουρανόν 23και είπε κύριε ο θεός Ισραήλ ουκ έστιν ως συ θεός εν τω ουρανώ άνω και επί της γης κάτω φυλάσσων διαθήκην και έλεος τω δούλω σου τω πορευομένω ενώπιόν σου εν όλη καρδία αυτού 24α εφύλαξας τω δούλω σου Δαυίδ τω πατρί μου α ελάλησας εν τω στόματί σου και εν ταις χερσί σου επλήρωσας ως η ημέρα αύτη 25και νυν κύριε ο θεός Ισραήλ φύλαξον τω δούλω σου Δαυίδ τω πατρί μου α ελάλησας αυτώ λέγων ουκ εξαρθήσεταί σοι ανήρ εκ προσώπου μου καθήμενος επί θρόνον Ισραήλ πλην εάν φυλάξωνται οι υιοί σου τας οδούς αυτών του πορεύεσθαι ενώπιόν μου καθώς επορεύθης συ ενώπιόν μού 26και νυν κύριε ο θεός Ισραήλ πιστωθήτω δη το ρήμά σου Δαυίδ τω πατρί μου 27ότι ει αληθώς κατοικήσει ο θεός μετά ανθρώπων επί της γης ει ο ουρανός και οι ουρανοί των ουρανών ουκ αρκέσουσί σοι πως και ο οίκος ούτος ον ωκοδόμησα τω ονόματί σου 28και επιβλέψη και επί την προσευχήν μου επί την δέησίν μου κύριε ο θεός Ισραήλ ακούειν της δεήσεως και της προσευχής ης ο δούλός σου προσεύχεται ενώπιόν σου προς σε σήμερον 29του είναι οφθαλμούς σου ηνεωγμένους εις τον οίκον τούτον ημέρας και νυκτός εις τον τόπον τούτον ον είπας έσται το όνομά μου εκεί του εισακούειν της προσευχής ης προσεύχεται ο δούλός σου εις τον τόπον τούτον 30και εισακούση της δεήσεως του δούλου σου και του λαού σου Ισραήλ όσα αν προσεύξωνται εις τον τόπον τούτον και συ εισακούση εν τω τόπω της κατοικήσεώς σου εν ουρανώ και ποιήσεις και ίλεως έση 31όσα αν αμάρτη άνθρωπος τω πλησίον αυτού και εάν λάβη επ΄ αυτόν αράν του αράσασθαι αυτόν και έλθη και εξαγορεύση κατά πρόσωπον του θυσιαστηρίου σου εν τω οίκω τούτω 32και εισακούση εκ του ουρανού και ποιήσεις και κρινείς τον λαόν σου Ισραήλ του ανομήσαι άνομον δούναι την οδόν αυτού εις κεφαλήν αυτού και του δικαιώσαι δίκαιον δούναι αυτώ κατά την δικαιοσύνην αυτού 33εν τω πταίσαι τον λαόν σου Ισραήλ ενώπιον εχθρών αυτών ότι αμαρτήσονταί σοι και επιστρέψουσι και εξομολογήσονται τω ονόματί σου και προσεύξονται και δεηθήσονται εν τω οίκω τούτω 34και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις του λαού σου Ισραήλ και επιστρέψεις αυτούς εις την γην ην έδωκας τοις πατράσιν αυτών 35εν τω συσχεθήναι τον ουρανόν και μη γενέσθαι υετόν ότι αμαρτήσονταί σοι και προσεύξονται εις τον τόπον τούτον και εξομολογήσονται τω ονόματί σου και από των αμαρτιών αυτών αποστρέψουσιν όταν ταπεινώσης αυτούς 36και εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις του δούλου σου και του λαού σου Ισραήλ ότι δηλώσεις αυτοίς την οδόν την αγαθήν πορεύεσθαι εν αυτή και δώσεις υετόν επί την γην σου ην έδωκας τω λαώ σου εν κληρονομία 37λιμός εάν γένηται θάνατος εάν γένηται ότε έσται εμπυρισμός βρούχος ερυσίβη εάν γένηται και εάν θλίψη αυτόν ο εχθρός αυτού εν μία των πόλεων αυτών παν συνάντημα πάντα πόνον 38πάσαν προσευχή πάσαν δέησις εάν γένηται παντί ανθρώπω ως αν γνώσιν έκαστος αφήν καρδίας αυτού και διαπετάση τας χείρας αυτού εις τον οίκον τούτον 39και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ίλεως έση και ποιήσεις και δώσεις ανδρί κατά πάντας τας οδούς αυτού καθώς αν γνως την καρδίαν αυτού ότι συ μονώτατος οίδας την καρδίαν πάντων των υιών ανθρώπων 40όπως αν φοβώνταί σε πάσας τας ημέρας ας αυτοί ζώσιν επί της γης ης έδωκας τοις πατράσιν ημών 41και τω αλλοτρίω ος ουκ έστιν εκ του λαού σου Ισραήλ ούτος και ήξει εκ γης μακρόθεν διά το όνομά σου 42διότι ακούσονται το όνομά σου το μέγα και την χείρα σου την κραταιάν και τον βραχίονά σου τον υψηλόν και ήξει και προσεύξεται εις τον τόπον τούτον 43και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ποιήσεις κατά πάντα α επικαλέσηταί σε ο αλλότριος όπως αν γνώσι πάντες οι λαοί της γης το όνομά σου και φοβώνταί σε καθώς ο λαός σου Ισραήλ και γνώσιν ότι το όνομά σου επικέκληται επί τον οίκον τούτον ον ωκοδόμησα 44εάν δε εξέλθη ο λαός σου εις πόλεμον επί τους εχθρούς αυτού εν οδώ η αποστελείς αυτούς και προσεύξονται εν ονόματι κυρίου οδόν της πόλεως οφ ης εξελέξω εν αυτή και του οίκου ον ωκοδόμησα τω ονόματί σου 45και εισακούση εκ του ουρανού της δεήσεως αυτών και της προσευχής αυτών και ποιήσεις το δικαίωμα αυτοίς 46ότι αμαρτήσονταί σοι ότι ουκ έστιν άνθρωπος ος ουχ αμαρτήσεται και εάν επάξης επ΄ αυτούς και παραδώς αυτούς ενώπιον εχθρών και αιχμαλωτεύσωσιν αυτούς οι αιχμαλωτίζοντες εις γην μακράν η εγγύς 47και επιστρέψουσι τας καρδίας αυτών εν τη γη ου μετήχθησαν εκεί και επιστρέψωσι και δεηθώσι σου εν τη γη της μετοικίας αυτών λέγοντες ημάρτομεν ηνομήσαμεν ηδικήσαμεν 48και επιστρέψωσι προς σε εν όλη τη καρδία αυτών και εν όλη τη ψυχή αυτών εν τη γη των εχθρών αυτών ου μετήγαγες αυτούς και προσεύξωνται προς σε οδόν της γης αυτών ης έδωκας τοις πατράσιν αυτών και της πόλεως ης εξελέξω και του οίκου ου ωκοδόμησα τω ονόματί σου 49και εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις το δικαίωμα αυτών 50και ίλεως έση ταις αδικίαις αυτών αις ήμαρτόν σοι και κατά πάντα τα αθετήματα αυτών α αν ηθέτησαν και δώσεις αυτούς εις οικτιρμούς ενώπιον αιχμαλωτευσάντων αυτούς και οικτειρήσουσιν αυτούς 51ότι λαός σου και κληρονομία σου ους εξήγαγες εκ γης Αιγύπτου εκ μέσου χωνευτηρίου σιδήρου 52και έστωσαν οι οφθαλμοί σου και τα ωτά σου ηνεωγμένα εις την δέησιν του δούλου σου και εις την δέησιν του λαού σου Ισραήλ εισακούειν αυτών εν πάσιν οις αν επικαλέσωνταί σε 53ότι συ διέστειλας αυτούς σεαυτώ εις κληρονομίαν εκ πάντων των λαών της γης καθώς ελάλησας εν χειρί του δούλου σου Μωυσή εν τω εξαγαγείν σε τους πατέρας ημών εκ γης Αιγύπτου κύριε κύριε 54και εγένετο ως συνετέλεσε Σολομών προσευχόμενος προς κύριον όλην την προσευχήν και την δέησιν ταύτην ανέστη από προσώπου του θυσιαστηρίου κυρίου οκλακώς επί τα γόνατα αυτού και αι χείρες αυτού διαπεπετασμέναι εις τον ουρανόν 55και έστη και ευλόγησε πάσαν την εκκλησίαν Ισραήλ φωνή μεγάλη λέγων 56ευλογητός κύριος ος έδωκε σήμερον κατάπαυσιν τω λαώ αυτού Ισραήλ κατά πάντα όσα ελάλησεν ου διεφώνησε λόγος εις εν πάσι τοις λόγοις αυτού τοις αγαθοίς οις ελάλησεν εν χειρί Μωυσή του δούλου αυτού 57γένοιτο κύριος ο θεός ημών μεθ΄ ημών καθώς ην μετά των πατέρων ημών μη εγκαταλίποιτο ημάς μηδέ αποστρέψοιτο ημάς 58επικλίναι καρδίας ημών προς αυτόν του πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και φυλάσσειν πάσας τας εντολάς αυτού και τα προστάγματα αυτού και τα δικαιώματα αυτού α ενετείλατο τοις πατράσιν ημών 59και έστωσαν οι λόγοι ούτοι ους δεδέημαι ενώπιον κυρίου θεού ημών σήμερον εγγίζοντες προς κύριον θεόν ημών ημέρας και νυκτός του ποιείν το δικαίωμα του δούλου σου και το δικαίωμα του λαού σου Ισραήλ ρήμα ημέρας εν τη ημέρα αυτού 60όπως γνώσι πάντες οι λαοί της γης ότι κύριος ο θεός αυτός θεός και ουκ έστιν έτι 61και έστωσαν αι καρδίαι ημών τέλειαι προς κύριον τον θεόν ημών του οσίως πορεύεσθαι εν τοις προστάγμασιν αυτού και φυλάσσειν τας εντολάς αυτού ως η ημέρα αύτη 62και ο βασιλεύς και πάντες οι υιοί Ισραήλ έθυσαν θυσίαν ενώπιον κυρίου 63και έθυσεν ο βασιλεύς Σολομών τας θυσίας των ειρηνικών ας έθυσε τω κυρίω βοών δύο και είκοσι χιλιάδας και προβάτων εκατόν και είκοσι χιλιάδας και ενεκαίνισε τον οίκον κυρίου ο βασιλεύς και πάντες οι υιοί Ισραήλ 64εν τη ημέρα εκείνη ηγίασεν ο βασιλεύς το μέσον της αυλής το κατά πρόσωπον του οίκου κυρίου ότι εποίησεν εκεί την ολοκαύτωσιν και τας θυσίας και τα στέατα των ειρηνικών ότι το θυσιαστήριον το χαλκούν το ενώπιον κυρίου μικρόν του μη δύνασθαι δέξασθαι την ολοκαύτωσιν και το δώρον και τας θυσίας των ειρηνικών 65και εποίησε Σολομών την εορτήν εν τη ημέρα εκείνη και τας Ισραήλ μετ΄ αυτού εκκλησία μεγάλη από της εισόδου Ημάθ έως ποταμού Αιγύπτου ενώπιον κυρίου θεού ημών επτά ημέρας και επτά ημέρας τέσσαρες και δέκα ημέρας 66και εν τη ημέρα τη ογδόη εξαπέστειλε τον λαόν και ευλόγησαν τον βασιλέα και απήλθεν έκαστος εις τα σκήνωματα αυτού χαίροντες και αγαθή καρδία επί τοις αγαθοίς οις εποίησε κύριος τω Δαυίδ δούλω αυτού και τω Ισραήλ τω λαώ αυτού
Copyright information for ABPGRK