1 Peter 2

CHAPTER 2

Living Stones and the Cornerstone

1αποθέμενοι ούν πάσαν κακίαν και πάντα δόλον και υποκρίσεις και φθόνους και πάσας καταλαλιάς 2ως αρτιγέννητα βρέφη το λογικόν άδολον γάλα επιποθήσατε ίνα εν αυτώ αυξηθήτε 3είπερ εγεύσασθε ότι χρηστός ο κύριος 4προς ον προσερχόμενοι λίθον ζώντα υπό ανθρώπων μεν αποδεδοκιμασμένον παρά δε θεώ εκλεκτόν έντιμον 5και αυτοί ως λίθοι ζώντες οικοδομείσθε οίκος πνευματικός ιεράτευμα άγιον ανενέγκαι πνευματικάς θυσίας ευπροσδέκτους τω θεώ διά Ιησού χριστού 6διότι περιέχει εν τη γραφή ιδού τίθημι εν Σιών λίθον ακρογωνιαίον εκλεκτόν έντιμον και ο πιστεύων επ΄ αυτώ ου μη καταισχυνθη 7υμίν ούν η τιμή τοις πιστεύουσιν απειθούσι δε λίθον ον απεδοκίμασαν οι οικοδομούντες ούτος εγενήθη εις κεφαλήν γωνίας 8και λίθος προσκόμματος και πέτρα σκανδάλου οι προσκόπτουσι τω λόγω απειθούντες εις ο και ετέθησαν

A Chosen Race

9υμείς δε γένος εκλεκτόν βασίλειον ιεράτευμα έθνος άγιον λαός εις περιποίησιν όπως τας αρετάς εξαγγείλητε του εκ σκότους υμάς καλέσαντος εις το θαυμαστόν αυτού φως 10οι ποτέ ου λαός νυν δε λαός θεού οι ουκ ηλεημένοι νυν δε ελεηθέντες 11αγαπητοί παρακαλώ ως παροίκους και παρεπιδήμους απέχεσθε των σαρκικών επιθυμιών αίτινες στρατεύονται κατά της ψυχής 12την αναστροφήν υμών έχοντες καλήν εν τοις έθνεσιν ίνα εν ω καταλαλούσιν υμών ως κακοποιών εκ των καλών έργων εποπτεύσαντες δοξάσωσι τον θεόν εν ημέρα επισκοπής

Concerning Submission to Institutions

13υποτάγητε ούν πάση ανθρωπίνη κτίσει διά τον κύριον είτε βασιλεί ως υπερέχοντι 14είτε ηγεμόσιν ως δι΄ αυτού πεμπομένοις εις εκδίκησιν μεν κακοποιών έπαινον δε αγαθοποιών 15ότι ούτως εστί το θέλημα του θεού αγαθοποιούντας φιμούν την των αφρόνων ανθρώπων αγνωσίαν 16ως ελεύθεροι και μη ως επικάλυμμα έχοντες της κακίας την ελευθερίαν αλλ΄ ως δούλοι θεού 17πάντας τιμήσατε την αδελφότητα αγαπάτε τον θεόν φοβείσθε τον βασιλέα τιμάτε 18οι οικέται υποτασσόμενοι εν παντί φόβω τοις δεσπόταις ου μόνον τοις αγαθοίς και επιεικέσιν αλλά και τοις σκολιοίς 19τούτο γαρ χάρις ει διά συνείδησιν θεού υποφέρει τις λύπας πάσχων αδίκως 20ποίον γαρ κλέος ει αμαρτάνοντες και κολαφιζόμενοι υπομενείτε αλλ΄ ει αγαθοποιούντες και πάσχοντες υπομενείτε τούτο χάρις παρά θεώ 21εις τούτο γαρ εκλήθητε ότι και χριστός έπαθεν υπέρ ημών ημίν υπολιμπάνων υπογραμμόν ίνα επακολουθήσητε τοις ίχνεσιν αυτού 22ος αμαρτίαν ουκ εποίησεν ουδέ ευρέθη δόλος εν τω στόματι αυτού 23ος λοιδορούμενος ουκ αντελοιδόρει πάσχων ουκ ηπείλει παρεδίδου δε τω κρίνοντι δικαίως 24ος τας αμαρτίας ημών αυτός ανήνεγκεν εν τω σώματι αυτού επί το ξύλον ίνα ταις αμαρτίαις απογενόμενοι τη δικαιοσύνη ζήσωμεν ου τω μώλωπι αυτού ιάθητε 25ήτε γαρ ως πρόβατα πλανώμενα αλλ΄ επεστράφητε νυν επί τον ποιμένα και επίσκοπον των ψυχών υμών
Copyright information for ABPGRK