1 Samuel 12

CHAPTER 12

Samuel's Discourse

1και είπε Σαμουήλ προς πάντα άνδρα Ισραήλ ιδού ήκουσα της φωνής υμών εις πάντα όσα είπατέ μοι και εβασίλευσα εφ΄ υμάς βασιλέα 2και νυν ιδού ο βασιλεύς διαπορεύεται ενώπιον υμών καγώ γεγήρακα και καθήσομαι και ιδού οι υιοί μου εν υμίν καγώ ιδού διελήλυθα ενώπιον υμών εκ νεότητός μου και έως της ημέρας ταύτης 3ιδού εγώ αποκρίθητε κατ΄ εμού ενώπιον κυρίου και ενώπιον του χριστού αυτού μόσχον τίνος είληφα η όνον τίνος είληφα η τίνα υμών κατεδυνάστευσα η τίνα εξεπίεσα η εκ χειρός τίνος είληφα εξίλασμα η υπόδημα αποκρίθητε κατ΄ εμού και αποδώσω υμίν 4και είπον προς Σαμουήλ ουκ ηδίκησας ημάς και ου κατεδυνάστευσας ημάς και ουκ είληφας εκ χειρός ουδενός ουδέν 5και είπε Σαμουήλ προς τον λαόν μάρτυς κύριος εν υμίν και μάρτυς ο χριστός αυτού εν ταύτη τη ημέρα ότι ουχ ευρήκατε εν τη χειρί μου ουδέν και είπαν μάρτυς 6και είπε Σαμουήλ προς τον λαόν λέγων μάρτυς κύριος ο ποιήσας τον Μωυσήν και τον Ααρών και ο αναγαγών τους πατέρας ημών εξ Αιγύπτου 7και νυν κατάστητε και δικάσω υμάς ενώπιον κυρίου και απαγγελώ υμίν πάσαν την δικαιοσύνην κυρίου ην εποίησεν υμίν και τοις πατράσιν υμών 8ως εισήλθεν Ιακώβ και οι υιοί αυτού εις Αίγυπτον και εταπείνωσεν αυτούς Άιγυπτος και εβόησαν οι πατέρες ημών προς κύριον και απέστειλε κύριος τον Μωυσήν και τον Ααρών και εξήγαγεν τους πατέρας ημών εξ Αιγύπτου και κατώκισεν αυτούς εν τω τόπω τούτω 9και επελάθοντο κυρίου του θεού αυτών και απέδοτο αυτούς εις χείρας Σισάρα αρχιστρατήγου Ιαβίν βασιλέως Ασώρ και εις χείρας αλλοφύλων και εις χείρας βασιλέως Μωάβ και επολέμησαν εν αυτοίς 10και εβόησαν προς κύριον και έλεγον ημάρτομεν ότι εγκατελίπομεν τον κύριον και εδουλεύσαμεν τοις Βααλίμ και τοις άλσεσι και νυν εξελού ημάς εκ χειρός εχθρών ημών και δουλεύσομέν σοι 11και απέστειλε κύριος τον Ιεροβαάλ και τον Βαράκ και τον Ιεφθάε και τον Σαμουήλ και εξείλατο υμάς κυκλόθεν εκ χειρός των εχθρών υμών και κατωκήκατε πεποιθότες

Samuel's Warning

12και ίδετε ότι Ναάς βασιλεύς υιών Αμμών ήλθεν εφ΄ υμάς και είπατε ουχί αλλ΄ η ότι βασιλεύς βασιλεύσει εφ΄ ημών και κύριος ο θεός ημών βασιλεύς υμών 13και νυν ιδού ο βασιλεύς ον εξελέξασθε και ον κτήσασθε και ιδού δέδωκε κύριος εφ΄ υμάς βασιλέα 14εάν φοβήθητε τον κύριον και δουλεύσητε αυτώ και ακούσητε της φωνής αυτού και μη ερίσητε τω στόματι κυρίου και ήτε και υμείς και ο βασιλεύς ο βασιλεύων εφ΄ υμάς πορευόμενοι οπίσω κυρίου θεού υμών 15εάν δε μη ακούσητε της φωνής κυρίου και ερίσητε τω στόματι κυρίου και έσται χειρ κυρίου εφ΄ υμάς και επί τον βασιλέα υμών 16και νυν κατάστητε και ίδετε το ρήμα το μέγα τούτο ο ο κύριος ποιήσει εν οφθαλμοίς υμών 17ουχί θερισμός πυρών σήμερον επικαλέσομαι κύριον και δώσει φωνάς και υετόν και γνώτε και ίδετε ότι μεγάλη η κακία υμών ην εποίησατε ενώπιον κυρίου αιτήσαντες εαυτοίς βασιλέα 18και επεκαλέσατο Σαμουήλ τον κύριον και έδωκε κύριος φωνάς και υετόν εν τη ημέρα εκείνη και εφοβήθη πας ο λαός τον κύριον σφόδρα και τον Σαμουήλ 19και είπε πας ο λαός προς Σαμουήλ πρόσευξαι υπέρ των δούλων σου προς κύριον τον θεόν σου και ου μη αποθάνωμεν ότι προστεθείκαμεν επι πάσας τας αμαρτίας ημών κακίαν αιτήσαντες εαυτοίς βασιλέα 20και είπε Σαμουήλ προς τον λαόν μη φοβείσθε υμείς πεποιήκατε πάσαν την κακίαν ταύτην πλην μη εκκλίνητε από όπισθεν του κυρίου και δουλεύσατε τω κυρίω εν όλη τη καρδία υμών 21και μη εκκλίνητε οπίσω των μηθέν όντων οι περανούσιν ουδέν και οι ουκ εξελούνται ότι ουδέν εισιν 22ότι ουκ απώσεται κύριος τον λαόν αυτού διά το όνομα αυτού το μέγα ότι προσελάβετο κύριος υμάς ποιήσαι εις λαόν εαυτώ 23εμοί δε μη γένοιτο αμαρτείν τω κυρίω του διαλείπειν προσευχόμενον υπέρ υμών τω κυρίω και δηλώσω υμίν την οδόν την αγαθήν και την ευθείαν 24πλην φοβείσθε τον κύριον και δουλεύσατε αυτώ εν αληθεία και εν όλη καρδία υμών ότι ίδετε α εμεγάλυνε μεθ΄ υμών 25και εάν κακία κακοποιήσητε και υμείς και ο βασιλεύς υμών προστεθήσεσθε
Copyright information for ABPGRK