1 Samuel 13

CHAPTER 13

The Philistines Wage War with Israel

υιός ενιαυτού Σαούλ εν τω βασιλεύειν αυτόν και δύο έτη εβασίλευσεν εν Ισραήλ και εξελέξατο εαυτώ Σαούλ τρεις χιλιάδας ανδρών εκ των ανδρών Ισραήλ και ήσαν μετά Σαούλ δισχίλιοι εν Μαχμάς και εν τω όρει Βαιθήλ και χίλιοι ήσαν μετά Ιωναθάν εν Γαβαά του Βενιαμίν και το κατάλοιπον του λαού εξαπέστειλεν έκαστον εις το σκήνωμα αυτού και επάταξεν Ιωναθάν τον Νασίβ των αλλοφύλων τον εν τω βουνώ και ήκουσαν οι αλλόφυλοι και Σαούλ εσάλπισεν σάλπιγγι εις πάσαν την γην λέγων ηθετήκασιν οι δούλοι και πας Ισραήλ ήκουσαν λεγόντων πέπαικε Σαούλ τον Νασίβ των αλλοφύλων και ησχύνθησαν Ισραήλ εν τους αλλοφύλους και ανέβη ο λαός οπίσω Σαούλ εν Γάλγαλα και οι αλλόφυλοι συνάγονται εις πόλεμον προς τον Ισραήλ και αναβαίνουσιν επί τον Ισραήλ εις πόλεμον τριάκοντα χιλιάδες αρμάτων και εξ χιλιάδες ιππέων και λαός ως η άμμος η παρά το χείλος της θαλάσσης τω πλήθει και αναβαίνουσι και παρεμβάλλουσιν εν Μαχμάς εξεναντίας κατά νότου Βαιθαβέν και ανήρ Ισραήλ είδεν ότι στενώς αυτώ μη προσάγειν αυτόν και εκρύβη ο λαός εν τοις σπηλαίοις και εν ταις μάνδραις και εν ταις πέτραις και εν τοις βόθροις και εν τοις λάκκοις και οι διαβαίνοντες διέβησαν τον Ιορδάνην εις γην Γαδ και Γαλαάδ και Σαούλ έτι ην εν Γαλγάλοις και πας ο λαός εξέστη οπίσω αυτού και διέλιπεν επτά ημέρας τω μαρτυρίω ως είπε Σαμουήλ και ου παρεγένετο Σαμουήλ εις Γάλγαλα και διεσπάρη ο λαός αυτού απ΄ αυτού

Saul Sacrifices in Folly

και είπε Σαούλ προσαγάγετε όπως ποιήσω ολοκαύτωσιν και ειρηνικάς και ανήνεγκε την ολοκαύτωσιν 10 και εγένετο ως συνετέλεσεν αναφέρων την ολοκαύτωσιν και ιδού Σαμουήλ παραγένετο και εξήλθε Σαούλ εις απάντησιν αυτού ευλογήσαι αυτόν 11 και είπε Σαμουήλ τι πεποίηκας και είπε Σαούλ διότι είδον ότι διεσπάρη ο λαός απ΄ εμού και συ ου παρεγένου εν τω μαρτυρίω των ημερών ως διέταξας και οι αλλόφυλοι συνήχθησαν εις Μαχμάς 12 και είπα νυν καταβήσονται οι αλλόφυλοι προς με εις Γάλγαλα και του προσώπου του κυρίου ουκ εδεήθην και ενεκρατευσάμην και ανήνεγκα την ολοκαύτωσιν 13 και είπε Σαμουήλ προς Σαούλ μεματαίωταί σοι ότι ουκ εφύλαξας την εντολήν μου ην ενετείλατό σοι κύριος ως ητοίμασε κύριος την βασιλείαν σου επί Ισραήλ έως αιώνος 14 και νυν η βασιλεία σου ου στήσεταί σοι και ζητήσει κύριος εαυτώ άνθρωπον κατά την καρδίαν αυτού και εντελείται κύριος αυτώ εις άρχοντα επί τον λαόν αυτού ότι ουκ εφύλαξας όσα ενετείλατό σοι ο κύριος 15 και ανέστη Σαμουήλ και απήλθεν εκ Γαλγάλων εις βουνόν Βενιαμίν και επεσκέψατο Σαούλ τον λαόν τον ευρεθέντα μετ΄ αυτού ως εξακοσίους άνδρας 16 και Σαούλ και Ιωναθάν υιός αυτού και ο λαός οι ευρεθέντες μετ΄ αυτών εκάθισαν εν Γαβαά Βενιαμίν και οι αλλόφυλοι παρεμβεβλήκεισαν εν Μαχμάς 17 και εξήλθε διαφθείρων εξ αγρού αλλοφύλων εν τρισίν αρχαίς η αρχή η μία επιβλέπουσα οδόν Γοφερά επί την γην Σωγάλ 18 και αρχή η μία επιβλέπουσα οδόν Βαιθωρών και η αρχή η μία επιβλέπουσα οδόν Γαβαέ την εκκύπτουσα επί Γαί την Σαβαϊν την έρημον 19 και τέκτων σιδήρου ουχ ευρίσκετο εν πάση τη γη Ισραήλ ότι είπον οι αλλόφυλοι μή ποτε ποιήσωσιν οι Εβραίοι ρομφαίαν και δόρυ 20 και κατέβαινε πας Ισραήλ εις γην αλλοφύλων χαλκεύειν έκαστος το θέριστρον αυτού και το σκεύος αυτού και έκαστος την αξίνην αυτού και το δρέπανον αυτού 21 και ην ο τρυγητός έτοιμος του θερίζειν εις δε τα σκεύη ην τρεις σίκλοι εις τον οδόντα και τη αξίνη και τω δρεπάνω υπόστασις ην η αυτή 22 και εγένετο εν ταις ημέραις του πολέμου και ουχ ευρέθη ρομφαία και δόρυ εν χειρί παντός του λαού του μετά Σαούλ και Ιωναθάν και ευρέθη τω Σαούλ και τω Ιωναθάν υιώ αυτού 23 και εξήλθεν εξ υποστάσεως των αλλοφύλων την εν τω πέραν Μαχμάς
Copyright information for ABPGRK