1 Samuel 18

CHAPTER 18

David Wins Acclaim from All Israel

1και εγένετο ως συνετέλεσεν λαλών προς Σαούλ και η ψυχή Ιωναθάν συνεδεδέθη τη ψυχή Δαυίδ και ηγάπησεν αυτόν Ιωναθάν κατά την ψυχήν αυτού 2και έλαβεν αυτόν Σαούλ εν τη ημέρα εκείνη και ουκ αφήκεν αυτόν επιστρέψαι εις τον οίκον του πατρός αυτού 3και διέθετο Ιωναθάν και Δαυίδ διαθήκην ότι ηγάπησεν αυτόν κατά την ψυχήν αυτού 4και εξεδύσατο Ιωναθάν τον επενδύτην τον επ΄ αυτώ και έδωκεν αυτόν τω Δαυίδ και τον μανδύαν αυτού και έως της ρομφαίας αυτού και του τόξου και της ζώνης αυτού 5και εξεπορεύετο Δαυίδ συνιών εν πάσιν οις αν απέστειλεν αυτόν Σαούλ και κατέστησεν αυτόν Σαούλ επί τους άνδρας του πολέμου και ήρεσεν εν οφθαλμοίς παντός του λαού και γε και εν οφθαλμοίς των δούλων Σαούλ 6και εγένετο εν τω εισπορεύεσθαι αυτούς ότε επέστρεψε Δαυίδ πατάξας τον αλλόφυλον και εξήλθον αι χορεύουσαι και άδουσαι εις απάντησιν Σαούλ του βασιλέως εκ πασών των πόλεων Ισραήλ εν τυμπάνοις και εν χαρμοσύνη και εν κυμβάλοις 7και εξήρχον αι γυναίκες αι παίζουσαι και έλεγον επάταξε Σαούλ εν χιλιάσιν αυτού και Δαυίδ εν μυριάσιν αυτού 8και ωργίσθη Σαούλ και εφάνη πονηρόν το ρήμα σφόδρα ενώπιον Σαούλ περί του λόγου τούτου και είπε έδωκαν τω Δαυίδ τας μυρίαδας και εμοί έδωκαν τας χιλιάδας και τι αυτώ πλην η βασιλεία 9και ην Σαούλ υποβλεπόμενος τον Δαυίδ από της ημέρας εκείνης και επέκεινα 10και εγενήθη από της επαύριον και έπεσε πνεύμα παρά θεού πονηρόν επί Σαούλ και προεφήτευσεν εν μέσω του οίκου αυτού και Δαυίδ έψαλλεν εν τη χειρί αυτού ως καθ΄ εκάστην ημέρας και το δόρυ εν τη χειρί Σαούλ 11και ήρε Σαούλ το δόρυ και είπε πατάξω εν Δαυίδ και εν τω τοίχω και εξέκλινε Δαυίδ από προσώπου αυτού δις 12και εφοβήθη Σαούλ από προσώπου Δαυίδ ότι ην κύριος μετ΄ αυτού και από Σαούλ απέστη 13και απέστησεν αυτόν Σαούλ απ΄ εαυτού και κατέστησεν αυτόν εαυτώ χιλίαρχον και εξεπορεύετο και εισεπορεύετο έμπροσθεν του λαού 14και ην Δαυίδ εν πάσαις ταις οδοίς αυτού συνιών και κύριος ην μετ΄ αυτού 15και είδε Σαούλ ως αυτός συνιεί σφόδρα και ευλαβείτο από προσώπου αυτού 16και πας Ισραήλ και Ιούδας ηγάπα τον Δαυίδ ότι αυτός εισεπόρευετο και εξεπορεύετο προ προσώπου του λαού 17και είπε Σαούλ προς Δαυίδ ιδού η θυγάτηρ μου η μείζων Μερώβ δώσω σοι αυτήν εις γυναίκα πλην γίνου μοι εις υιόν δυνάμεως και πολέμει τους πολέμους κυρίου και Σαούλ είπε μη έστω η χείρ μου επ΄ αυτώ αλλ΄ έστω εν αυτώ η χειρ των αλλοφύλων 18και είπε Δαυίδ προς Σαούλ τις ειμί εγώ και τις η ζωή της συγγενείας του πατρός μου εν Ισραήλ ότι έσομαι γαμβρός του βασιλέως 19και εγένετο εν τω καιρώ του δοθήναι την Μερώβ θυγατέρα Σαούλ τω Δαυίδ και αύτη εδόθη τω Εδριήλ τω Μαουλαθίτη εις γυναίκα 20και ηγάπησε Μελχόλ η θυγάτηρ Σαούλ τον Δαυίδ και απηγγέλη τω Σαούλ και ήρεσεν εν τοις οφθαλμοίς αυτού το ρήμα 21και είπε Σαούλ δώσω αυτήν αυτώ και έσται αυτώ εις σκάνδαλον και έσται επ΄ αυτώ χειρ αλλοφύλων και είπε Σαούλ προς Δαυίδ εν ταις δυσίν επιγαμβρεύσεις μοι σήμερον 22και ενετείλατο Σαούλ τοις παισίν αυτού λέγων λαλήσατε υμείς λάθρα τω Δαυίδ λέγοντες ιδού θέλει εν σοι ο βασιλεύς και πάντες οι παίδες αυτού αγαπώσί σε και συ επιγάμβρευσον τω βασιλεί 23και ελάλησαν οι παίδες Σαούλ εις τα ώτα Δαυίδ τα ρήματα ταύτα και είπε Δαυίδ η κούφόν εστιν εν οφθαλμοίς υμών επιγαμβρεύσαι βασιλεί εγώ δε ανήρ ταπεινός και ουχί έντιμος 24και απήγγειλαν οι παίδες Σαούλ αυτώ κατά τα ρήματα ταύτα α ελάλησε Δαυίδ 25και είπε Σαούλ τάδε ερείτε τω Δαυίδ ου βούλεται ο βασιλεύς έδνα αλλ΄ η εκατόν ακροβυστίαις αλλοφύλων εκδικήσαι εις εχθρούς του βασιλέως και Σαούλ ελογίσατο εμβαλείν τον Δαυίδ εις τας χείρας των αλλοφύλων 26και απήγγειλαν οι παίδες Σαούλ τω Δαυίδ τα ρήματα ταύτα και ηυθύνθη ο λόγος εν οφθαλμοίς Δαυίδ επιγαμβρεύσαι τω βασιλεί και ουκ επληρώθησαν αι ημέραι 27και ανέστη Δαυίδ και επορεύθη αυτός και οι άνδρες αυτού και επάταξεν εν τοις αλλοφύλοις διακοσίους άνδρας και ήνεγκε τας ακροβυστίας αυτών και επλήρωσεν αυτάς τω βασιλεί και επιγαμβρεύεται τω βασιλεί και δίδωσιν αυτώ Σαούλ την Μελχόλ θυγατέρα αυτού εις γυναίκα 28και είδε Σαούλ και έγνω ότι κύριος μετά Δαυίδ και Μεχόλ η θυγάτηρ αυτού και πας Ισραήλ ηγάπα αυτόν 29και προσέθετο Σαούλ φοβείσθαι από προσώπου Δαυίδ έτι και εγένετο Σαούλ εχθραίνων τω Δαυίδ πάσας τας ημέρας 30και εξήλθον οι άρχοντες των αλλοφύλων και εγένετο αφ΄ ικανού της εξοδίας αυτών και Δαυίδ συνήκε παρά πάντας τους δούλους Σαούλ και ετιμήθη το όνομα αυτού σφόδρα
Copyright information for ABPGRK