1 Samuel 19

CHAPTER 19

Saul Seeks David's Life

1και ελάλησε Σαούλ προς Ιωναθάν τον υιόν αυτού και προς πάντας τους παίδας αυτού του θανατώσαι τον Δαυίδ 2και Ιωναθάν ο υιός Σαούλ ηρείτο τον Δαυίδ σφόδρα και απήγγειλεν Ιωναθάν τω Δαυίδ λέγων Σαούλ ο πατήρ μου ζητεί θανατώσαί σε και νυν φύλαξαι αύριον πρωϊ και κρύβηθι και κάθισον κρυφή 3και εγώ εξελεύσομαι και στήσομαι εχόμενος του πατρός μου εν αγρώ ου αν ης εκεί και εγώ λαλήσω περί σου προς τον πατέρα μου και όψομαι ο τι αν η και απαγγελώ σοι 4και ελάλησεν Ιωναθάν περί Δαυίδ αγαθά προς Σαούλ τον πατέρα αυτού και είπε προς αυτόν μη αμαρτησάτω ο βασιλεύς εις τον δούλον αυτού τον Δαυίδ ότι ουχ ήμαρτεν εις σε και τα έργα αυτού καλά σφόδρα 5και έθετο την ψυχήν αυτού εν τη χειρί αυτού και επάταξε τον αλλόφυλον και εποίησε κύριος σωτηρίαν μεγάλην και πας Ισραήλ είδε και εχάρησαν και ινατί αμαρτάνεις εις αίμα αθώον θανατώσαι τον Δαυίδ δωρεάν 6και ήκουσε Σαούλ της φωνής Ιωναθάν και ώμοσε Σαούλ λέγων ζη κύριος ει αποθανείται 7και εκάλεσεν Ιωναθάν τον Δαυίδ και απήγγειλεν αυτώ πάντα τα ρήματα ταύτα και εισήγαγεν Ιωναθάν τον Δαυίδ προς Σαούλ και ην ενώπιον αυτού ως εχθές και τρίτην ημέραν 8και προσέθετο ο πόλεμος γενέσθαι και κατίσχυσε Δαυίδ και επολέμησε τους αλλοφύλους και επάταξεν αυτούς πληγήν μεγάλην σφόδρα και έφυγον εκ προσώπου αυτού 9και εγένετο πνεύμα κυρίου πονηρόν επί Σαούλ παρά κυρίου και αυτός εν οίκω αυτού εκάθητο και δόρυ εν τη χειρί αυτού και Δαυίδ έψαλλεν εν ταις χερσίν αυτού 10και εζήτει Σαούλ πατάξαι εν δόρατι τον Δαυίδ και απέστη Δαυίδ εκ προσώπου Σαούλ και επάταξε το δόρυ εις τον τοίχον και Δαυίδ ανεχώρησε και διεσώθη εν νυκτί εκείνη 11και απέστειλε Σαούλ αγγέλους εις τον οίκον Δαυίδ φυλάξαι αυτόν του θανατώσαι αυτόν τοπρωϊ και απήγγειλε τω Δαυίδ Μελχόλ η γυνή αυτού λέγουσα εάν μη συ σώσεις την ψυχήν σου την νύκτα ταύτην αύριον συ θανατωθήση 12και κατάγει Μελχόλ τον Δαυίδ διά της θυρίδος και απήλθε και έφυγε και σώζεται 13και έλαβεν η Μελχόλ τα κενοτάφια και έθηκεν επί την κλίνην και στρογγύλωμα τριχών αιγών έθηκε προς κεφαλής αυτού και εκάλυψεν αυτά εν ιματίω 14και απέστειλε Σαούλ αγγέλους λαβείν τον Δαυίδ και είπε ενοχλείσθαι αυτόν

David Flees to Samuel at Ramah

15και απέστειλε Σαούλ αγγέλους ιδείν τον Δαυίδ λέγων αγάγετε αυτόν επί της κλίνης προς με του θανατώσαι αυτόν 16και έρχονται οι άγγελοι και ιδού τα κενοτάφια επί της κλίνης και στρογγύλωμα των τριχών των αιγών προς κεφαλής αυτού 17και είπε Σαούλ τη Μελχόλ ινατί ούτως παρελογίσω με και εξαπέστειλας τον εχθρόν μου και διεσώθη και είπε Μελχόλ τω Σαούλ αυτός είπεν προς με εξαπόστειλόν με ει δε μη θανατώσω σε 18και Δαυίδ έφυγε και διεσώθη και παραγίνεται προς Σαμουήλ εις Αρμαθαϊμ και απαγγέλλει αυτώ πάντα όσα εποίησεν αυτώ Σαούλ και επορεύθησαν Σαμουήλ και Δαυίδ και εκάθισαν εν Ναβάθ εν Ράμα 19και απηγγέλη τω Σαούλ λέγοντες ιδού Δαυίδ εν Ναβάθ εν Ραμά 20και απέστειλε Σαούλ αγγέλους λαβείν τον Δαυίδ και ελθόντες είδον την εκκλησίαν των προφητών των προφητευόντων και Σαμουήλ ειστήκει καθεστηκώς επ΄ αυτών και εγένετο επί τους αγγέλους Σαούλ πνεύμα θεού και προεφήτευσαν και αυτοί 21και απηγγέλη τω Σαούλ και απέστειλεν αγγέλους ετέρους και προεφήτευσαν και αυτοί και προσέθετο Σαούλ αποστείλαι αγγέλους τρίτους και προεφήτευσαν και αυτοί 22και εθυμώθη οργή Σαούλ και επορεύθη και αυτός εις Αρμαθαϊμ και έρχεται έως φρέατος της άλω της εν τω Σεχί και ηρώτησε και είπε που Σαμουήλ και Δαυίδ και είπαν ιδού εν Ναβάθ εν Ραμά 23και επορεύθη εκείθεν εις Ναβάθ εν Ραμά και εγένετο επ΄ αυτόν πνεύμα θεού και επορεύθη πορευομενος και προεφήτευσεν έως του ελθείν αυτόν εις Ναβάθ εν Ραμά 24και εξεδύσατο τα ιμάτια αυτού και προεφήτευσεν ενώπιον Σαμουήλ και έπεσε γυμνός όλην την ημέραν εκείνην και όλην την νύκτα εκείνην διά τούτο έλεγον ει και Σαούλ εν προφήταις
Copyright information for ABPGRK