1 Samuel 2

CHAPTER 2

Hannah's Praise

1και προσηύξατο Άννα και είπεν εστερεώθη η καρδία μου εν κυρίω υψώθη κέρας μου εν θεώ μου επλατύνθη επ΄ εχθρούς μου το στόμα μου ότι ευφράνθην εν σωτηρία σου 2ότι ουκ έστιν άγιος ως κύριος και ουκ έστι δίκαιος ως ο θεός ημών και ουκ έστιν άγιος πλην σου 3μη καυχάσθε και μη λαλείτε υψηλά εις υπεροχήν μη εξελθέτω μεγαλορρημοσύνη εκ του στόματος υμών ότι θεός γνώσεων κύριος και θεός ετοιμάζων επιτηδεύματα αυτού 4τόξον δυνατών ησθένησε και ασθενούντες περιεζώσαντο δύναμιν 5πλήρεις άρτων ηλαττώθησαν και οι πεινώντες παρήκαν γην ότι στείρα έτεκεν επτά και η πολλή εν τέκνοις ησθένησε 6κύριος θανατοί και ζωογονεί κατάγει εις άδου και ανάγει 7κύριος πτωχίζει και πλουτίζει ταπεινοί και ανυψοί 8ανιστά από γης πένητα και από κοπρίας εγείρει πτωχόν του καθίσαι αυτόν μετά δυναστών λαού και θρόνον δόξης κατακληρονομών αυτοίς 9διδούς ευχήν τω ευχομένω και ευλόγησεν έτη δικαίου ότι ουκ εν ισχύϊ ανήρ δυνατός 10κύριος ασθενή ποιήσει αντίδικον αυτού κύριος άγιος κύριος ανέβη εις ουρανούς και εβρόντησεν αυτός κρινεί άκρα γης δίκαιος ων και δώσει ισχύν τοις βασιλεύσιν ημών και υψώσει κέρας χριστού αυτού 11και απήλθον εις Αραμαθαϊμ εις τον οίκον αυτών και το παιδάριον ην λειτουργών τω κυρίω προ προσώπω Ηλί του ιερέως

Eli's Wicked Sons

12και οι υιοί Ηλί του ιερέως υιοί λοιμοί ουκ ειδότες τον κύριον 13και το δικαίωμα του ιερέως παρά του λαού παντός του θύοντος και ήρχετο το παιδάριον του ιερέως ως αν ηψήθη το κρέας και κρεάγρα τριόδους εν τη χειρί αυτού 14και επάταξεν αυτήν εις τον λέβητα τον μέγαν η εις το χαλκείον η εις την χύτραν και παν ο αν ανέβη εν τη κρεάγρα ελάμβανεν εαυτώ ο ιερεύς κατά τάδε εποίουν παντί Ισραήλ εν Συλώ τοις ερχομένοις θύσαι τω κυρίω 15και πριν θυμιαθήναι το στέαρ ήρχετο το παιδάριον του ιερέως και έλεγε τω ανδρί τω θύοντι δος κρέας οπτήσαι τω ιερεί και ου μη λάβω κρέας παρά σου εφθόν εκ του λέβητος 16και έλεγεν ο ανήρ ο θύων θυμιαθήτω πρώτον ως καθήκει το στέαρ και τότε λήψη σεαυτώ εκ πάντων ων επιθυμεί η ψυχή σου και είπεν ουχί αλλ΄ η νυν δώσεις και εάν μη λήψομαι κραταιώς 17και ην η αμαρτία των παιδαρίων μεγάλη ενώπιον κυρίου σφόδρα ότι ηθέτουν την θυσίαν κυρίου

Samuel Officiates before The LORD

18και Σαμουήλ ην λειτουργών ενώπιον κυρίου παιδάριον περιεζωσμένον εφούδ βαρ 19και διπλοϊδα μικράν εποίησεν αυτώ η μήτηρ αυτού και ανέφερεν αυτώ εξ ημερών εις ημέρας εν τω αναβαίνειν αυτήν μετά του ανδρός αυτής θύσαι την θυσίαν των ημερών 20και ευλόγησεν Ηλί τον Ελκανά και την γυναίκα αυτού λέγων αποτίσαι σοι κύριος σπέρμα εκ της γυναικός ταύτης αντί του χρέους ου έχρησας τω κυρίω και απήλθεν ο άνθρωπος εις τον τόπον αυτού 21και επεσκέψατο κύριος την Άνναν και συνέλαβεν έτι και έτεκεν έτι τρεις υιούς και δύο θυγατέρας και εμεγαλύνθη το παιδάριον Σαμουήλ ενώπιον κυρίου 22και Ηλί πρεσβύτης σφόδρα και ήκουσεν α εποίουν οι υιοί αυτού τοις υιούς Ισραήλ πάντα και ότι εκοιμώντο οι υιοί αυτού μετά των γυναικών των παρεστηκυιών παρά τας θύρας της σκηνής του μαρτυρίου 23και είπεν αυτοίς ινατί ποιείτε κατά τα ρήμα ταύτα α εγώ ακούω καταλαλούμενα καθ΄ υμών εκ στόματος παντός του λαού κυρίου 24μη τέκνα μη ότι ουκ αγαθή η ακοή ην εγώ ακούω του ποιείν τον λαον μη λατρεύειν τω κυριω 25εάν αμαρτάνων αμάρτη ανήρ εις άνδρα και προσεύξονται περί αυτού προς κύριον και εάν τω κυρίω αμάρτη ανήρ τις προσεύξεται υπέρ αυτού και ουκ ήκουον της φωνής του πατρός αυτών βουλόμενος γαρ εβούλετο κύριος διαφθείραι αυτούς 26και το παιδάριον Σαμουήλ επορεύετο και εμεγαλύνετο και ην αγαθόν μετά κυρίου και μετά ανθρώπων 27και ήλθεν ο άνθρωπος θεού προς Ηλί και είπε αυτώ τάδε λέγει κύριος αποκαλυφθείς απεκαλύφθην προς τον οίκον του πατρός σου όντων αυτών εν γη Αιγύπτω δούλων τω οίκω Φαραώ 28και εξελεξάμην τον οίκον του πατρός σου εκ πάντων των φυλών Ισραήλ ιερατεύειν εμοί του αναβαίνειν επί θυσιαστήριόν μου και θυμιάν θυμίαμα και αίρειν εφούδ ενώπιον εμού και έδωκα τω οίκω του πατρός σου τα πάντα του πυρός των θυσιών των υιών Ισραήλ εις βρώσιν 29ινατί επέβλεψας επί το θυμίαμά μου και επί την θυσίαν μου αναιδεί οφθαλμώ και εδόξασας τους υιούς σου υπέρ εμέ ενευλογείσθαι απαρχής πάσης θυσίας Ισραήλ έμπροσθέν μου 30διά τούτο τάδε λέγει κύριος ο θεός Ισραήλ είπα ο οίκός σου και ο οίκος του πατρός σου διελεύσονται ενώπιον εμού έως αιώνος και νυν φησί κύριος μηδαμώς εμοί ότι τους δοξάζοντάς με δοξάσω και οι εξουθενούντές με ατιμωθήσονται 31ιδού έρχονται ημέραι και εξολοθρεύσω το σπέρμα σου και το σπέρμα του οίκου πατρός σου 32και επιβλέψει κραταίωμα νεών επί πάσιν οις αγαθυνεί τον Ισραήλ και ουκ έσται πρεσβύτης εν τω οίκω σου πάσας τας ημέρας 33και άνδρα ον ουκ εξολοθρεύσω σοι από του θυσιαστηρίου μου ποιήσω εκλείπειν τους οφθαλμούς αυτού και καταρρείν την ψυχήν αυτού και πας περισσεύων του οίκου σου πεσούνται εν ρομφαία ανδρών 34και τούτο σοι το σημείον ο ήξει επί τους δύο υιούς σου τούτους Οφνί και Φινεές εν μία ημέρα αποθανούνται αμφότεροι 35και αναστήσω εμαυτώ ιερέα πιστόν ος πάντα τα εν τη καρδία μου και τα εν τη ψυχή μου ποιήσει και οικοδομήσω αυτώ οίκον πιστόν και διελεύσεται ενώπιον χριστού μου πάσας τας ημέρας 36και έσται πας ο υπολελειμμένος εν τω οίκω σου ήξει προσκυνήσαι αυτώ εν οβολώ αργυρίου και εν άρτω ενί λέγων παράρριψόν με επί μίαν των ιερατειών σου του φαγείν άρτον
Copyright information for ABPGRK